Stari zavet
A Jov odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
Da, vi ste ljudi, i s vama će umrijeti mudrost.
εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία.
I ja imam srce kao i vi, niti sam gori od vas; i u koga nema toga?
κἀμοὶ μὲν καρδία καθ᾿ ὑμᾶς ἐστι·
Na potsmijeh sam prijatelju svom, koji kad zove Boga odzove mu se; na potsmijeh je pravedni i dobri.
δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα·
Bačen je luč po mišljenju srećnoga onaj koji hoće da popuzne.
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι,
Mirne su kolibe lupeške, i bez straha su koji gnjeve Boga, njima Bog daje sve u ruke.
ὅσοι παροργίζουσι τὸν Κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
Zapitaj stoku, naučiće te; ili ptice nebeske, kazaće ti.
ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσι, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
Ili se razgovori sa zemljom, naučiće te, i ribe će ti morske pripovjediti.
ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
Ko ne zna od svega toga da je ruka Gospodnja to učinila?
τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα;
Kojemu je u ruci duša svega živoga i duh svakoga tijela čovječijega.
εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου;
Ne raspoznaje li uho riječi kao što grlo kuša jelo?
οὖς μὲν γὰρ ρήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.
U staraca je mudrost, i u dugom vijeku razum.
ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.
U njega je mudrost i sila, u njega je savjet i razum.
παρ᾿ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις.
Gle, on razgradi, i ne može se opet sagraditi; zatvori čovjeka, i ne može se otvoriti.
ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ᾿ ἀνθρώπων, τίς ἀνοίξει;
Gle, ustavi vode, i presahnu; pusti ih, i isprevrću zemlju.
ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.
U njega je jačina i mudrost, njegov je koji je prevaren i koji vara.
παρ᾿ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
On dovodi savjetnike u ludilo, i sudije obezumljuje.
διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε.
On razdrešuje pojas carevima, i opasuje bedra njihova.
καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησε ζώνῃ ὀσφύας αὐτῶν.
On dovodi knezove u ludilo, i obara jake.
ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε.
On uzima besjedu rječitima, i starcima uzima razum.
διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
On sipa sramotu na knezove, i raspasuje junake.
ἐκχέων ἀτιμίαν ἐπ᾿ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.
On otkriva duboke stvari ispod tame, i izvodi na vidjelo sjen smrtni.
ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου.
On umnožava narode i zatire ih, rasipa narode i sabira.
πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωνύων ἔθνη καὶ καθοδηγῶν αὐτά.
On oduzima srce glavarima naroda zemaljskih, i zavodi ih u pustinju gdje nema puta,
διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν.
Da pipaju po mraku bez vidjela, i čini da tumaraju kao pijani.
ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.