Jov 13

Stari zavet

1

Eto, sve je to vidjelo oko moje, čulo uho moje, i razumjelo.

ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς·

0
2

Što vi znate, znam i ja, nijesam gori od vas.

καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.

0
3

Ipak bih govorio sa svemogućim, i rad sam s Bogom pravdati se.

οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.

0
4

Jer vi izmišljate laži, svi ste zaludni ljekari.

ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες.

0
5

O da biste sasvijem mučali! bili biste mudri.

εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.

0
6

Čujte moj odgovor, i slušajte razloge usta mojih.

ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.

0
7

Treba li da govorite za Boga nepravdu ili prijevaru da govorite za nj?

πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον;

0
8

Treba li da mu gledate ko je? treba li da se prepirete za Boga?

ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε.

0
9

Hoće li biti dobro kad vas stane ispitivati? hoćete li ga prevariti kao što se vara čovjek?

καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,

0
10

Zaista će vas karati, ako tajno uzgledate ko je.

οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,

0
11

Veličanstvo njegovo neće li vas uplašiti? i strah njegov neće li vas popasti?

πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν;

0
12

Spomeni su vaši kao pepeo, i vaše visine kao gomile blata.

ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.

0
13

Mučite i pustite me da ja govorim, pa neka me snađe šta mu drago.

κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ

0
14

Zašto bih kidao meso svoje svojim zubima i dušu svoju metao u svoje ruke?

ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί.

0
15

Gle, da me i ubije, opet ću se uzdati u nj, ali ću braniti putove svoje pred njim.

ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·

0
16

I on će mi biti spasenje, jer licemjer neće izaći preda nj.

καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.

0
17

Slušajte dobro besjedu moju, i neka vam uđe u uši što ću iskazati.

ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.

0
18

Evo, spremio sam parbu svoju, znam da ću biti prav.

ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι·

0
19

Ko će se preti sa mnom? da sad umuknem, izdahnuo bih.

τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;

0
20

Samo dvoje nemoj mi učiniti, pa se neću kriti od lica tvojega.

δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι.

0
21

Ukloni ruku svoju od mene, i strah tvoj da me ne straši.

τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.

0
22

Potom zovi me, i ja ću odgovarati; ili ja da govorim, a ti mi odgovaraj.

εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.

0
23

Koliko je bezakonja i grijeha mojih? pokaži mi prijestup moj i grijeh moj.

πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.

0
24

Zašto sakrivaš lice svoje i držiš me za neprijatelja svojega?

διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;

0
25

Hoćeš li skršiti list koji nosi vjetar, ili ćeš goniti suhu slamku,

ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;

0
26

Kad mi pišeš grčine i daješ mi u našljedstvo grijehe mladosti moje,

ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,

0
27

I mećeš noge moje u klade, i paziš na sve staze moje i ideš za mnom ustopce?

ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου·

0
28

A on se raspada kao trulina, kao haljina koju jede moljac.

ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.

0