Stari zavet
A Sofar Namaćanin odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει·
Zato me misli moje nagone da odgovorim, i zato hitim.
οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ.
Čuo sam ukor koji me sramoti, ali će duh iz razuma mojega odgovoriti za me.
παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι.
Ne znaš li da je tako otkako je vijeka, otkako je postavljen čovjek na zemlji,
μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ᾿ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;
Da je slava bezbožnijeh za malo i radost licemjerova za čas?
εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια,
Da bi mu visina doprla do neba, i glava se njegova dotakla oblaka,
ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται·
Nestaće ga zasvagda kao kala njegova; i koji ga vidješe reći će: kuda se djede?
ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν;
Kao san odletjeće, i neće se naći, i iščeznuće kao noćna utvara.
ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.
Oko koje ga je gledalo neće više, niti će ga više vidjeti mjesto njegovo.
ὀφθαλμὸς παρέβλεψε καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
Sinovi njegovi umiljavaće se siromasima i ruke će njegove vraćati što je oteo.
τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
Kosti će njegove biti pune grijeha mladosti njegove, i oni će ležati s njim u prahu.
ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.
Ako mu je i slatka u ustima zloća i krije je pod jezikom svojim,
ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ·
Čuva je i ne pušta je, nego je zadržava u grlu svom,
οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ,
Ipak će se jelo njegovo pretvoriti u crijevima njegovijem, postaće u njemu jed aspidin.
καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
Blago što je proždro izbljuvaće, iz trbuha njegova istjeraće ga Bog.
πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος,
Jed će aspidin sisati, ubiće ga jezik gujinji.
θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως.
Neće vidjeti potoka ni rijeka kojima teče med i maslo.
μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.
Vratiće muku, a neće je pojesti; prema blagu biće promjena, i neće se radovati.
εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος·
Jer je tlačio i ostavljao uboge, kuće je otimao i nije zidao.
πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν.
Jer nije nigda osjetio mira u trbuhu svom, ni što mu je najmilije neće sačuvati.
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
Ništa mu neće ostati od hrane njegove. Zato ne može dobro njegovo trajati.
οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
Kad se ispuni izobilje njegovo, tada će biti u nevolji; sve ruke nevoljnijeh udariće na nj.
ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾿ αὐτὸν ἐπελεύσεται.
Kad bi napunio trbuh svoj, poslaće na nj Bog jarost gnjeva svojega, i pustiće je kao dažd na njega i na jelo njegovo.
εἴ πως πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστεῖλαι ἐπ᾿ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾿ αὐτὸν ὀδύνας·
Kad stane bježati od oružja gvozdenoga, prostrijeliće ga luk mjedeni.
καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον·
Strijela puštena proći će kroz tijelo njegovo, i svijetlo gvožđe izaći će iz žuči njegove; kad pođe, obuzeće ga strahote.
διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι,
Sve će tame biti sakrivene u tajnim mjestima njegovijem; proždrijeće ga oganj neraspiren, i ko ostane u šatoru njegovu zlo će mu biti.
πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
Otkriće nebesa bezakonje njegovo, i zemlja će ustati na nj.
ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ.
Otići će ljetina doma njegova, rastočiće se u dan gnjeva njegova.
ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
To je dio od Boga čovjeku bezbožnomu i našljedstvo od Boga za besjedu njegovu.
αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.