Stari zavet
A Jov odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
Slušajte dobro riječi moje, i to će mi biti od vas utjeha.
ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾿ ὑμῶν αὕτη ἡ παράκλησις.
Potrpite me da ja govorim, a kad izgovorim, potsmijevajte se.
ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾿ οὐ καταγελάσετέ μου.
Eda li se ja čovjeku tužim? i kako ne bi bio žalostan duh moj?
τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διατί οὐ θυμωθήσομαι;
Pogledajte na me, i divite se, i metnite ruku na usta.
εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε χεῖρα θέντες ἐπὶ σιαγόνι·
Ja kad pomislim, strah me je, i groza poduzima tijelo moje.
ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.
Zašto bezbožnici žive? stare? i bogate se?
διατὶ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
Sjeme njihovo stoji tvrdo pred njima zajedno s njima, i natražje njihovo pred njihovijem očima.
ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς.
Kuće su njihove na miru bez straha, i prut Božji nije nad njima.
οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Bikovi njihovi skaču, i ne promašaju; krave njihove tele se, i ne jalove se.
ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε.
Ispuštaju kao stado djecu svoju, i sinovi njihovi poskakuju.
μένουσε δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν
Podvikuju uz bubanj i uz gusle, vesele se uza sviralu.
ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
Provode u dobru dane svoje, i začas slaze u grob.
συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
A Bogu kažu: idi od nas, jer nećemo da znamo za putove tvoje.
λέγει δὲ Κυρίῳ· ἀπόστα ἀπ᾿ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι·
Šta je svemogući, da mu služimo? i kaka nam je korist, da mu se molimo?
τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;
Gle, dobro njihovo nije u njihovoj ruci; namjera bezbožnička daleko je od mene.
ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
Koliko se puta gasi žižak bezbožnički i dolazi im pogibao, dijeli im muke u gnjevu svom Bog?
οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.
Bivaju li kao pljeva na vjetru, kao prah koji raznosi vihor?
ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπ᾿ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ.
Čuva li Bog sinovima njihovijem pogibao njihovu, plaća im da osjete?
ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
Vide li svojim očima pogibao svoju, i piju li gnjev svemogućega?
ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·
Jer šta je njima stalo do kuće njihove nakon njih, kad se broj mjeseca njihovijeh prekrati?
ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
Eda li će Boga ko učiti mudrosti, koji sudi visokima?
πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ;
Jedan umire u potpunoj sili svojoj, u miru i u sreći.
οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·
Muzlice su mu pune mlijeka, i kosti su mu vlažne od moždina.
τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται.
A drugi umire ojađene duše, koji nije uživao dobra.
ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν.
Obojica leže u prahu, i crvi ih pokrivaju.
ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
Eto, znam vaše misli i sudove, kojima mi činite krivo.
ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι·
Jer govorite: gdje je kuća silnoga, i gdje je šator u kom nastavaju bezbožnici?
ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
Nijeste li nikad pitali putnika? i što vam kazaše nećete da znate,
ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
Da se na dan pogibli ostavlja zadac, kad se pusti gnjev.
ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
Ko će ga ukoriti u oči za život njegov? i ko će mu vratiti što je učinio?
τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ;
Ali se iznosi u groblje i ostaje u gomili.
καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σωρῶν ἠγρύπνησεν.
Slatke su mu grude od doline, i vuče za sobom sve ljude, a onima koji ga pretekoše nema broja.
ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
Kako me dakle naprazno tješite kad u odgovorima vašim ostaje prijevara?
πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾿ ὑμῶν οὐδέν.