Stari zavet
A Elifas Temanac odgovori i reče:
ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
Može li Bogu biti čovjek koristan? Sam je sebi koristan čovjek mudar.
πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
Je li svemogućemu radost, ako si pravedan? ili mu je dobit, ako hodiš bez mane?
τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἁπλώσεις τὴν ὁδόν σου;
Hoće li te karati i ići na sud s tobom zato što te se boji?
ἦ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
Nije li zloća tvoja velika? i nepravdama tvojim ima li kraja?
πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι;
Jer si uzimao zalog od braće svoje ni za što, i svlačio si haljine s golijeh.
ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
Umornoga nijesi napojio vode, i gladnome nijesi dao hljeba.
οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
Zemlja je bila čovjeka silnoga, i ugledni je sjedio u njoj.
ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς.
Udovice si otpuštao prazne, i mišice sirotama potirao si.
χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.
Zato su oko tebe zamke, i straši te strah iznenada.
τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.
I mrak je oko tebe da ne vidiš, i povodanj pokriva te.
τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε.
Nije li Bog na visini nebeskoj? pogledaj gore zvijezde, kako su visoko.
μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε;
Ali ti kažeš: šta zna Bog? eda li će kroz tamu suditi?
καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ;
Oblaci ga zaklanjaju, te ne vidi; hoda po krugu nebeskom.
νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
Jesi li zapazio stari put kojim su išli nepravednici,
μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,
Koji se iskorijeniše prije vremena i voda se razli po temelju njihovu?
οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν,
Govorahu Bogu: idi od nas. Šta bi im učinio svemogući?
οἱ λέγοντες· Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ Παντοκράτωρ;
A on im je napunio kuće dobra. Ali namjera bezbožnička daleko je od mene.
ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ.
Vidjeće pravednici i radovaće se, i bezazleni potsmijevaće im se.
ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν.
Da, još nije uništeno dobro naše, a ostatak je njihov proždro oganj.
εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
Složi se s njim i pomiri se; tako će ti biti dobro.
γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
Primi iz usta njegovijeh zakon, i složi riječi njegove u srcu svom.
ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ρήματα αὐτοῦ ἐν καρδίᾳ σου.
Ako se vratiš k svemogućemu, opet ćeš se nazidati, ako udaljiš od šatora svojih bezakonje,
ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.
Tada ćeš metati po prahu zlato i Ofirsko zlato po kamenju iz potoka.
θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρα χειμάρρου Σωφίρ.
I svemogući biće ti zlato i srebro i sila tvoja.
ἔσται οὖν σου ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
Jer ćeš se tada radovati o Gospodu, i podignućeš k Bogu lice svoje.
εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·
Molićeš mu se, i uslišiće te, i zavjete svoje izvršićeš.
εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
Što god naumiš, izlaziće ti; i na putovima tvojim svijetliće vidjelo.
ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.
Kad drugi budu poniženi, reći ćeš: da se podignu; i Bog će izbaviti onoga ko je oborenijeh očiju.
ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς· ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει.
Izbaviće i onoga koji nije bez krivice; izbaviće se čistotom ruku tvojih.
ρύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.