Jov 30

Stari zavet

1

A sada smiju mi se mlađi od mene, kojima otaca ne bih bio htio metnuti sa psima stada svojega.

ΝΥΝΙ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.

0
2

A na što bi mi i bila sila ruku njihovijeh? u njima bješe propala starost.

καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπ᾿ αὐτοὺς ἀπώλετο συντέλεια.

0
3

Od siromaštva i gladi samoćovahu bježeći na suha, mračna, pusta i opustošena mjesta;

ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν,

0
4

Koji brahu lobodu po čestama, i smrekovo korijenje bješe im hrana.

οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ρίζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου.

0
5

Između ljudi bijahu izgonjeni i vikaše se za njima kao za lupežem.

ἐπανέστησάν μοι κλέπται,

0
6

Življahu po strašnijem uvalama, po jamama u zemlji i u kamenu.

ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν,

0
7

Po grmovima rikahu, pod trnjem se skupljahu.

ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο,

0
8

Bijahu ljudi nikakvi i bez imena, manje vrijedni nego zemlja.

ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.

0
9

I njima sam sada pjesma, i postah im priča.

νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν·

0
10

Gade se na me, idu daleko od mene i ne ustežu se pljuvati mi u lice.

ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.

0
11

Jer je Bog odapeo moju tetivu i muke mi zadao te zbaciše uzdu preda mnom.

ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν.

0
12

S desne strane ustaju momci, potkidaju mi noge, i nasipaju put k meni da me upropaste.

ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾿ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν.

0
13

Raskopaše moju stazu, umnožiše mi muke, ne treba niko da im pomaže.

ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με,

0
14

Kao širokim prolomom naviru, i navaljuju preko razvalina.

κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι.

0
15

Strahote navališe na me, i kao vjetar tjeraju dušu moju, i kao oblak prođe sreća moja.

ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.

0
16

I sada se duša moja ražljeva u meni, stigoše me dani mučni.

καὶ νῦν ἐπ᾿ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν·

0
17

Noću probada mi kosti u meni, i žile moje ne odmaraju se.

νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται.

0
18

Od teške sile promijenilo se odijelo moje, i kao ogrlica u košulje moje steže me.

ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με.

0
19

Bacio me je u blato, te sam kao prah i pepeo.

ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·

0
20

Vičem k tebi, a ti me ne slušaš; stojim pred tobom, a ti ne gledaš na me.

κέκραγα δὲ πρός σε καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με·

0
21

Pretvorio si mi se u ljuta neprijatelja; silom ruke svoje suprotiš mi se.

ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας·

0
22

Podižeš me u vjetar, posađuješ me na nj, i rastapaš u meni sve dobro.

ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.

0
23

Jer znam da ćeš me odvesti na smrt i u dom određeni svjema živima.

οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ.

0
24

Ali neće pružiti ruke svoje u grob; kad ih stane potirati, oni neće vikati.

εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.

0
25

Nijesam li plakao radi onoga koji bijaše u zlu? nije li duša moja žalosna bivala radi ubogoga?

ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.

0
26

Kad se dobru nadah, dođe mi zlo; i kad se nadah svjetlosti, dođe mrak.

ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.

0
27

Utroba je moja uzavrela, i ne može da se umiri, zadesiše me dani mučni.

ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας.

0
28

Hodim crn, ne od sunca, ustajem i vičem u zboru.

στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.

0
29

Brat postah zmajevima i drug sovama.

ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν.

0
30

Pocrnjela je koža na meni i kosti moje posahnuše od žege.

τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.

0
31

Gusle se moje pretvoriše u zapijevku, i svirala moja u plač.

ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.

0