Levitski zakon 8

Stari zavet

1

I reče Gospod Mojsiju govoreći:

ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

0
2

Uzmi Arona i sinove njegove s njim i odijelo i ulje pomazanja i tele za žrtvu radi grijeha i dva ovna i kotaricu prijesnijeh hljebova.

λάβε Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων,

0
3

I saberi sav zbor pred vrata šatoru od sastanka.

καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

0
4

I učini Mojsije kako mu zapovjedi Gospod, i sabra se zbor pred vrata šatoru od sastanka.

καὶ ἐποίησε Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ Κύριος, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.

0
5

I reče Mojsije zboru: ovo je zapovjedio Gospod da se učini.

καὶ εἶπε Μωυσῆς τῇ συναγωγῇ· τοῦτό ἐστι τὸ ρῆμα, ὃ ἐνετείλατο Κύριος ποιῆσαι.

0
6

I dovede Mojsije Arona i sinove njegove, i opra ih vodom.

καὶ προσήνεγκε Μωυσῆς τὸν Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἔλουσεν αὐτοὺς ὕδατι·

0
7

I obuče mu košulju, i opasa ga pojasom, i ogrnu ga plaštem, i metnu mu svrh njega oplećak, i steže oko njega pojas od oplećka, i opasa ga njim.

καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ᾿ αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτῇ,

0
8

I metnu na nj naprsnik, a na naprsnik metnu Urim i Tumim.

καὶ ἐπέθηκεν ἐπ᾿ αὐτὴν τὸ λογεῖον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν·

0
9

Još mu metnu kapu na glavu, i na kapu metnu sprijed ploču zlatnu, krunu svetu, kao što zapovjedi Gospod Mojsiju.

καὶ ἐπέθηκε τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καθηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

0
10

I uze Mojsije ulje pomazanja, i pomaza šator i sve stvari u njemu, i osveti ih.

καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως

0
11

I pokropi njim oltar sedam puta, i pomaza oltar i sve sprave njegove, i umivaonicu i podnožje njezino, da se osveti.

καὶ ἔρρανεν ἀπ᾿ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισε τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ ἐν αὐτῷ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἡγίασεν αὐτήν.

0
12

I izli ulja pomazanja na glavu Aronu, i pomaza ga da se osveti.

καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρὼν καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.

0
13

I dovede Mojsije sinove Aronove, i obuče im košulje, i opasa ih pojasom, i veza im kapice na glave, kao što mu bješe zapovjedio Gospod.

καὶ προσήγαγε Μωυσῆς τοὺς υἱους Ἀαρὼν καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καί ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

0
14

I dovede tele za grijeh, i Aron i sinovi njegovi metnuše ruke svoje na glavu teletu za grijeh.

καὶ προσήγαγε Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.

0
15

I zakla ga Mojsije, i uzevši krvi njegove pomaza rogove oltaru unaokolo prstom svojim, i očisti oltar, a ostalu krv izli na podnožje oltaru, i osveti ga da se na njemu čini očišćenje od grijeha.

καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισε τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτό, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ.

0
16

I uze sve salo što je na crijevima, i mrežicu s jetre, i oba bubrega, i salo oko njih, i zapali Mojsije na oltaru.

καὶ ἔλαβε Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, καὶ ἀνήνεγκε Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον.

0
17

A tele s kožom i s mesom i balegom spali ognjem iza okola, kao što bješe Gospod zapovjedio Mojsiju.

καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

0
18

I dovede ovna za žrtvu paljenicu, i Aron i sinovi njegovi metnuše ruke svoje na glavu ovnu;

καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.

0
19

I zakla ga Mojsije, i pokropi krvlju njegovom oltar ozgo unaokolo.

καὶ ἔσφαξε Μωυσῆς τὸν κριόν, καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.

0
20

I isjekavši ovna na dijelove zapali Mojsije glavu i dijelove i salo.

καὶ τὸν κριὸν ἐκρεανόμησε κατὰ μέλη καὶ ἀνήνεγκε Μωυσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ·

0
21

A crijeva i noge opra vodom, i tako spali Mojsije svega ovna na oltaru; i bi žrtva paljenica za ugodni miris, žrtva ognjena Gospodu, kao što bješe Gospod zapovjedio Mojsiju.

καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι, καὶ ἀνήνεγκε Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμά ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστι τῷ Κυρίῳ, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

0
22

I dovede drugoga ovna, ovna za posvećenje; i Aron i sinovi njegovi metnuše ruke svoje na glavu ovnu.

καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.

0
23

I zaklavši ga Mojsije uze krvi njegove, i pomaza njom kraj desnoga uha Aronu i palac desne ruke njegove i palac desne noge njegove.

καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.

0
24

I dovede Mojsije sinove Aronove, pa i njima pomaza istom krvlju kraj desnoga uha i palac desne ruke i palac desne noge; a ostalu krv izli Mojsije po oltaru unaokolo.

καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρών, καὶ ἐπέθηκε Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεε Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.

0
25

Potom uze salo i rep i sve salo što je na crijevima, i mrežicu s jetre, i oba bubrega, i salo oko njih, i pleće desno,

καὶ ἔλαβε τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν·

0
26

A iz kotarice u kojoj stajahu prijesni hljebovi pred Gospodom uze jedan kolač prijesan, i jedan kolač hljeba s uljem i jednu pogaču, i metnu na salo i na pleće desno.

καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν·

0
27

I metnu to sve Aronu u ruke, i sinovima njegovijem u ruke, i obrnu tamo i amo za žrtvu obrtanu pred Gospodom.

καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ· καὶ ἀνήνεγκεν αὐτά ἀφαίρεμα ἔναντι Κυρίου.

0
28

Poslije uzevši to iz ruku njihovijeh Mojsije zapali na oltaru svrh žrtve paljenice; to je posvećenje na ugodni miris, žrtva ognjena Gospodu.

καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστι τῷ Κυρίῳ.

0
29

I uze Mojsije grudi, i obrnu ih tamo i amo za žrtvu obrtanu pred Gospodom; i od ovna posvetnoga dopade Mojsiju dio, kao što bješe Gospod zapovjedio Mojsiju.

καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

0
30

I uze Mojsije ulja za pomazanje i krvi koja bješe na oltaru, i pokropi Arona i haljine njegove, i sinove njegove i haljine njihove s njim; i tako posveti Arona i haljine njegove, i sinove njegove i haljine njihove s njim.

καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ἀαρὼν καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἡγίασεν Ἀαρὼν καὶ τὰς στολὰς αὐτοῦ καὶ τούς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ.

0
31

Potom reče Mojsije Aronu i sinovima njegovijem: kuhajte to meso na vratima šatora od sastanka, i ondje ga jedite i hljeb posvetni što je u kotarici, kao što sam zapovjedio rekavši: Aron i sinovi njegovi neka jedu to.

καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ· ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων· Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά·

0
32

A što ostane mesa ili hljeba, ognjem sažezite.

καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαύσατε.

0
33

I ne izlazite s vrata šatora od sastanka sedam dana, dokle se ne navrše dani posvećenja vašega, jer ćete se sedam dana posvećivati.

καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν,

0
34

Kako je bilo danas, tako je Gospod zapovjedio da se čini, da biste se očistili od grijeha.

καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ᾗ ἐνετείλατο Κύριος τοῦ ποιῆσαι, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν.

0
35

Zato na vratima šatora od sastanka ostanite danju i noću za sedam dana, i izvršite što je Gospod zapovjedio da izvršite, da ne pomrete, jer mi je tako zapovjeđeno.

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα Κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτω γὰρ ἐνετείλατό μοι Κύριος ὁ Θεός.

0
36

I Aron i sinovi njegovi učiniše sve što bješe Gospod zapovjedio preko Mojsija.

καὶ ἐποίησεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξε Κύριος τῷ Μωυσῇ.

0