Levitski zakon 9

Stari zavet

1

A u osmi dan sazva Mojsije Arona i sinove njegove i starješine Izrailjske.

ΚΑΙ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωυσῆς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ἰσραήλ.

0
2

I reče Aronu: uzmi tele za žrtvu radi grijeha i ovna za žrtvu paljenicu, oba zdrava; i prinesi ih pred Gospodom.

καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου·

0
3

A sinovima Izrailjevim kaži i reci: uzmite jare za žrtvu radi grijeha, i tele i jagnje, oboje od godine dana, i zdravo, za žrtvu paljenicu.

καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων· λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,

0
4

I vola i ovna za žrtvu zahvalnu, da prinesete pred Gospodom, i dar s uljem zamiješen, jer će vam se danas javiti Gospod.

καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν.

0
5

I uzeše što zapovjedi Mojsije, i donesoše pred šator od sastanka, i pristupivši sav zbor stadoše pred Gospodom.

καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθε πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι Κυρίου.

0
6

I reče Mojsije: učinite što je zapovjedio Gospod, i pokazaće vam se slava Gospodnja.

καὶ εἶπε Μωυσῆς· τοῦτο τὸ ρῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου.

0
7

I reče Mojsije Aronu: pristupi k oltaru, i prinesi žrtvu za grijeh svoj i žrtvu svoju paljenicu, i očisti od grijeha sebe i narod; i prinesi žrtvu narodu i očisti ih od grijeha, kao što je zapovjedio Gospod.

καὶ εἶπε Μωυσῆς τῷ Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

0
8

Tada Aron pristupi k oltaru, i zakla tele za se.

καὶ προσῆλθεν Ἀαρὼν πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξε τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας αὐτοῦ.

0
9

I sinovi Aronovi dodaše mu krv, a on zamoči prst svoj u krv, i pomaza rogove oltaru; a ostalu krv izli na podnožje oltaru.

καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψε τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·

0
10

A salo i bubrege i mrežicu s jetre od žrtve za grijeh zapali na oltaru, kao što bješe zapovjedio Gospod Mojsiju.

καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

0
11

A meso i kožu sažeže ognjem iza okola.

καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρί, ἔξω τῆς παρεμβολῆς.

0
12

Potom zakla žrtvu svoju paljenicu, i sinovi Aronovi dodaše mu krv od nje, i pokropi njom oltar ozgo unaokolo.

καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν. καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·

0
13

I dodaše mu žrtvu paljenicu isječenu na dijelove zajedno s glavom, i zapali je na oltaru.

καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτὸ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπί τὸ θυσιαστήριον·

0
14

I opravši crijeva i noge od nje, zapali ih na oltaru svrh žrtve paljenice.

καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.

0
15

Potom prinese žrtvu narodnu: uze jare za grijeh koje bješe za narod, i zakla ga, i prinese za grijeh kao i prvo.

καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτόν, καὶ ἐκαθάρισεν αὐτόν, καθὰ καὶ τὸν πρῶτον.

0
16

Iza toga prinese i žrtvu paljenicu, i svrši po zakonu.

καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καθήκει.

0
17

Prinese i dar, i uzevši od njega punu šaku zapali na oltaru svrh jutrenje žrtve paljenice.

καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπ᾿ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ.

0
18

Potom zakla vola i ovna na žrtvu zahvalnu za narod; i dodaše mu sinovi Aronovi krv, i pokropi njom oltar ozgo unaokolo.

καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ·

0
19

Pa mu dodaše i salo od vola, i od ovna rep, i salo što pokriva crijeva, i bubrege i mrežicu s jetre,

καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφρούς, καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος,

0
20

I metnuše sve salo na grudi, i zapali salo na oltaru.

καὶ ἐπέθηκε τὰ στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκε τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον.

0
21

A grudi i desno pleće obrnu Aron tamo i amo na žrtvu obrtanu pred Gospodom, kao što bješe Gospod zapovjedio Mojsiju.

καὶ τὸ στηθύνιον, καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ἀαρὼν ἀφαίρεμα ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

0
22

Tada podiže Aron ruke svoje prema narodu i blagoslovi ih; i siđe svršiv žrtvu za grijeh i žrtvu paljenicu i žrtvu zahvalnu.

καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαόν, εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου.

0
23

Potom uđe Mojsije s Aronom u šator od sastanka, a kad opet izađoše blagosloviše narod; i slava se Gospodnja pokaza svemu narodu.

καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ.

0
24

Jer dođe oganj od Gospoda, i spali na oltaru žrtvu paljenicu i salo. I vidjevši to sav narod povika i pade ničice.

καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον.

0