Mihej 5

Stari zavet

1

Saberi se sada u čete, četnice, opsjedi nas, neka biju prutom po obrazu sudiju Izrailjeva.

ΚΑΙ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.

0
2

A ti, Vitlejeme Efrato, ako i jesi najmanji među tisućama Judinijem, iz tebe će mi izaći koji će biti gospodar u Izrailju, kojemu su izlasci od početka, od vječnijeh vremena.

διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.

0
3

Zato će ih ostaviti dokle ne rodi ona koja će roditi; tada će se ostatak braće njegove vratiti sa sinovima Izrailjevijem.

καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ ὀνόματος Κυρίου Θεοῦ αὐτῶν ὑπάρξουσι, διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς.

0
4

I stajaće i pašće ih silom Gospodnjom, veličanstvom imena Gospoda Boga svojega; i oni će nastavati, jer će on tada biti velik do krajeva zemaljskih.

καὶ ἔσται αὕτη εἰρήνη· ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων·

0
5

I on će biti mir; kad dođe Asirac u našu zemlju, i kad stupi u dvore naše, tada ćemo podignuti na nj sedam pastira i osam knezova iz naroda.

καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ρομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ρύσεται ἐκ τοῦ Ἀσσούρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.

0
6

I oni će opasti zemlju Asirsku mačem i zemlju Nevrodovu na vratima njegovijem; i on će nas izbaviti od Asirca kad dođe u našu zemlju i kad stupi na među našu.

καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.

0
7

I ostatak će Jakovljev biti usred mnogih naroda kao rosa od Gospoda i kao sitan dažd po travi, koja ne čeka čovjeka niti se uzda u sinove čovječije.

καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσι ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.

0
8

I ostatak će Jakovljev biti među narodima, usred mnogih naroda, kao lav među zvijerima šumskim, kao lavić među stadima ovaca, koji kad ide tlači i rastrže i nema nikoga da izbavi.

ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.

0
9

Ruka će ti se uzvisiti nad protivnicima tvojim, i svi će se neprijatelji tvoji istrijebiti.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τοὺς ἵππους ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου

0
10

I u ono ću vrijeme, govori Gospod, istrijebiti konje isred tebe i potrću kola tvoja.

καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου·

0
11

I zatrću gradove u tvojoj zemlji, i razvaliću sva tvrda mjesta tvoja;

καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί·

0
12

I istrijebiću vračanje iz ruku tvojih, i nećeš imati gatara;

καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου·

0
13

I istrijebiću likove tvoje rezane i stupove tvoje isred tebe, i nećeš se više klanjati djelu ruku svojih;

καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου·

0
14

I iskorijeniću gajeve tvoje isred tebe, i raskopaću gradove tvoje,

καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν.

0
15

I izvršiću osvetu s gnjevom i ljutinom na narodima koji ne slušaše.

0