Mihej 6

Stari zavet

1

Slušajte šta govori Gospod: ustani, sudi se s gorama, i neka čuju humovi glas tvoj.

ΑΚΟΥΣΑΤΕ δὴ λόγον Κυρίου· Κύριος εἶπεν· ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου.

0
2

Slušajte, gore i tvrdi temelji zemaljski, parbu Gospodnju, jer Gospod ima parbu s narodom svojim, i s Izrailjem se sudi.

ἀκούσατε ὄρη, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.

0
3

Narode moj, šta sam ti učinio? i čim sam ti dosadio? Odgovori mi.

λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.

0
4

Jer te izvedoh iz zemlje Misirske i iskupih iz kuće ropske i poslah pred tobom Mojsija, Arona i Mariju.

διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.

0
5

Narode moj, opomeni se što naumi Valak car Moavski i što mu odgovori Valam sin Veorov, od Sitima do Galgala šta bi, da poznaš pravdu Gospodnju.

λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.

0
6

Su čim ću doći pred Gospoda da se poklonim Bogu višnjemu? hoću li doći preda nj sa žrtvama paljenicama? s teocima od godine?

ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου Ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;

0
7

Hoće li Gospodu biti mile tisuće ovnova? desetine tisuća potoka ulja? hoću li dati prvenca svojega za prijestup svoj? plod utrobe svoje za grijeh duše svoje?

εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;

0
8

Pokazao ti je, čovječe, što je dobro; i šta Gospod ište od tebe osim da činiš što je pravo i da ljubiš milost i da hodiš smjerno s Bogom svojim?

εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;

0
9

Glas Gospodnji viče gradu, i ko je mudar vidi ime tvoje; slušajte prut i onoga koji ga je odredio.

Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;

0
10

Nije li jošte u kući bezbožnikovoj blago nepravo? i efa krnja, gadna?

μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία;

0
11

Hoće li mi biti čist u koga su mjerila lažna i u tobocu prijevarno kamenje?

εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου;

0
12

Jer su bogatuni njegovi puni nepravde, i stanovnici govore laž, i u ustima im je jezik prijevaran.

ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν.

0
13

Zato ću te i ja biti da oboliš, pustošiću te za grijehe tvoje.

καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.

0
14

Ti ćeš jesti, ali se nećeš nasititi, i padanje tvoje biće usred tebe; i sklanjaćeš, ali nećeš izbaviti, i što izbaviš predaću maču.

σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς· καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς· καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ρομφαίαν παραδοθήσονται.

0
15

Ti ćeš sijati, ali nećeš žeti; ti ćeš cijediti masline, ali se nećeš namazati uljem, i mast, ali nećeš piti vina.

σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.

0
16

Jer se drže uredbe Amrijeve i sva djela doma Ahavova, i hodite po savjetima njihovijem, da te predam u pogibao, i stanovnike njegove u potsmijeh, i nosićete sramotu naroda mojega.

καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήψεσθε.

0