Stari zavet
Riječi Nemije sina Ahalijina. Mjeseca Hisleva godine dvadesete kad bijah u Susanu gradu,
ΛΟΓΟΙ Νεεμία υἱοῦ Ἀχαλία, καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἀβιρά,
Dođe Ananije jedan od braće moje s nekima iz Judeje; i zapitah ih za Judejce, za ostatak što bješe ostao od ropstva, i za Jerusalim.
καὶ ἦλθεν Ἀνανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ἱερουσαλήμ,
A oni mi rekoše: ostatak što osta od ropstva ondje u zemlji, u velikoj je nevolji i sramoti, i zid je Jerusalimski razvaljen i vrata su mu ognjem popaljena.
καὶ εἴποσαν πρός με· οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἱερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.
A kad čuh te riječi, sjedoh i plakah, i tužih nekoliko dana, i postih i molih se pred Bogom nebeskim,
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ
I rekoh: oh Gospode Bože nebeski, Bože veliki i strašni, koji čuvaš zavjet i milost onima koji te ljube i drže tvoje zapovijesti.
καὶ εἶπα· μὴ δή, Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρός, ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ·
Neka bude uho tvoje prignuto i oči tvoje otvorene da čuješ molitvu sluge svojega kojom se sada molim pred tobom dan i noć za sinove Izrailjeve, sluge tvoje, i ispovijedam grijehe sinova Izrailjevijeh kojima ti zgriješismo.
ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου. καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραήλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν·
Skrivismo ti i ne držasmo zapovijesti ni uredaba ni zakona koje si zapovjedio preko Mojsija sluge svojega.
διαλύσει διελύσαμεν πρός σε· καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου.
Ali se opomeni riječi koju si zapovjedio Mojsiju sluzi svojemu govoreći: vi ćete zgriješiti i ja ću vas rasijati među narode;
μνήσθητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων· ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·
Ali ako se obratite k meni i stanete držati zapovijesti moje i tvoriti ih, ako budete zagnani i na kraj svijeta, sabraću vas odande i odvešću vas na mjesto koje sam izabrao da ondje nastanim ime svoje.
καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ' ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ.
A ovo su sluge tvoje i narod tvoj, koji si iskupio silom svojom velikom i rukom svojom krjepkom.
καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.
Oh Gospode! neka bude uho tvoje prignuto k molitvi sluge tvojega i k molitvi sluga tvojih, koji su radi bojati se imena tvojega, i daj danas sreću sluzi svojemu i učini da nađe milost pred ovijem čovjekom. A ja bijah peharnik carev.
μὴ δή, Κύριε· ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου. καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.