Nemija 2

Stari zavet

1

A mjeseca Nisana godine dvadesete Artakserksa cara bijaše vino pred njim, i ja uzev vino dadoh ga caru. A pređe ne bijah neveseo pred njim.

ΚΑΙ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρθασασθὰ βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ.

0
2

I reče mi car: što si lica nevesela, kad nijesi bolestan? nije drugo nego tuga u srcu. A ja se uplaših vrlo.

καὶ εἶπέ μοι ὁ βασιλεύς· διατί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων; καὶ οὐκ ἔστι τοῦτο, εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα,

0
3

I rekoh caru: da je živ car dovijeka! kako ne bih bio lica nevesela, kad je grad gdje su grobovi mojih otaca opustio i vrata mu ognjem spaljena?

καὶ εἶπα τῷ βασιλεῖ· ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διατί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις, οἶκος μνημείων πατέρων μου, ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί;

0
4

A car mi reče: šta hoćeš? Tada se pomolih Bogu nebeskomu,

καὶ εἶπέ μοι ὁ βασιλεύς· περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ

0
5

I rekoh caru: ako je ugodno caru i ako ti je mio sluga tvoj, pošlji me u Judeju u grad gdje su grobovi otaca mojih da ga sagradim.

καὶ εἶπα τῷ βασιλεῖ· εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν ἐν Ἰούδᾳ εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.

0
6

A car mi reče, a žena njegova sjeđaše do njega: koliko ti vremena treba na put, i kad ćeš se vratiti? I bi ugodno caru, i pusti me kad mu kazah vrijeme.

καὶ εἶπέ μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ· ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με, καὶ ἔδωκα αὐτῷ ὅρον,

0
7

Potom rekoh caru: ako je ugodno caru, da mi se da knjiga na knezove preko rijeke da me prate dokle ne dođem u Judeju,

καὶ εἶπα τῷ βασιλεῖ· εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με, ἕως ἔλθω ἐπὶ Ἰούδαν,

0
8

I knjiga na Asafa čuvara šume careve da mi da drva za brvna na vrata od dvora uz dom Božji i za zid gradski i za kuću u koju ću ući. I dade mi car, jer dobra ruka Boga mojega bješe nada mnom.

καὶ ἐπιστολὴν ἐπὶ Ἀσὰφ φύλακα τοῦ παραδείσου, ὅς ἐστι τῷ βασιλεῖ, ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον, ὃν εἰσελεύσομαι εἰς αὐτόν. καὶ ἔδωκέ μοι ὁ βασιλεὺς ὡς χεὶρ Θεοῦ ἡ ἀγαθή.

0
9

I tako dođoh ka knezovima preko rijeke, i dadoh im knjige careve. A car posla sa mnom vojvode i konjike.

καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως, καὶ ἀπέστειλε μετ' ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς.

0
10

A kad to ču Sanavalat Oronjanin i Tovija sluga Amonac, bi im vrlo mrsko što dođe čovjek da se postara za dobro sinovima Izrailjevijem.

καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ καὶ Τωβία ὁ δοῦλος Ἀμμωνί, καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ὁ ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ἰσραήλ.

0
11

Potom dođoh u Jerusalim, i bih ondje tri dana.

Καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς.

0
12

Pa ustah noću s nekoliko ljudi, a nikomu ne kazah što mi je Bog moj dao u srce da učinim u Jerusalimu; i ne imah kljuseta sa sobom osim onoga na kom jahah.

καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ' ἐμοῦ· καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ Θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραήλ, καὶ κτῆνος οὐκ ἔστι μετ' ἐμοῦ, εἰ μὴ τὸ κτῆνος, ᾧ ἐγὼ ἐπιβαίνω ἐπ' αὐτῷ.

0
13

I izidoh noću na vrata od doline, na izvor zmajevski, i na vrata gnojna, i razgledah zidove Jerusalimske kako bjehu razvaljeni i kako mu vrata bjehu ognjem popaljena.

καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ Γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἱερουσαλήμ, ὃ αὐτοὶ καθαιροῦσι καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.

0
14

Otuda prođoh na izvorska vrata i na carsko jezero, a ondje ne bješe mjesta da kljuse poda mnom prijeđe.

καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Ἀΐν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου.

0
15

Zato jahah uz potok po noći i razgledah zid, pa se vratih na vrata od doline, i tako dođoh natrag.

καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει, καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα.

0
16

Ali poglavari ne znadijahu kuda sam išao ni šta sam radio, jer do tada ne bijah ništa rekao ni Judejcima ni sveštenicima ni knezovima ni poglavarima ni drugima koji upravljahu poslom.

τότε οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ, καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς ἱερεῦσι καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσι τὰ ἔργα, ἕως τότε οὐκ ἀπήγγειλα.

0
17

Zato im rekoh: vidite u kakvom smo zlu, Jerusalim pust i vrata mu popaljena ognjem; dajte da zidamo zidove Jerusalimske, da više ne budemo rug.

καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς βλέπετε τὴν πονηρίαν ταύτην, ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἱερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἱερουσαλήμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.

0
18

I kazah im kako je dobra ruka Boga mojega nada mnom i riječi careve koje mi je rekao. Tada rekoše: ustanimo i zidajmo. I ukrijepiše im se ruke na dobro.

καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ Θεοῦ, ἥ ἐστιν ἀγαθὴ ἐπ' ἐμέ, καὶ τοὺς λόγους τοῦ βασιλέως, οὓς εἶπέ μοι, καὶ εἶπα· ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς τὸ ἀγαθόν.

0
19

A kad to ču Sanavalat Oronjanin i Tovija sluga Amonac i Gisem Arapin, potsmijevaše nam se i rugaše nam se govoreći: šta to radite? da se nećete odmetnuti caru?

καὶ ἤκουσε Σαναβαλλὰτ ὁ Ἀρωνὶ καὶ Τωβία ὁ δοῦλος ὁ Ἀμμωνὶ καὶ Γησὰμ ὁ Ἀραβὶ καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ' ἡμᾶς καὶ εἶπαν· τί τὸ ρῆμα τοῦτο, ὃ ὑμεῖς ποιεῖτε; ᾖ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε;

0
20

A ja im odgovorih i rekoh: Bog nebeski daće nam sreću, a mi sluge njegove ustasmo i zidamo; ali vi nemate dijela ni prava ni spomena u Jerusalimu.

καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς· ὁ Θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμῖν, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσομεν· καὶ ὑμῖν οὐκ ἔστι μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἱερουσαλήμ.

0