Postanje 31

Stari zavet

1

A Jakov ču gdje sinovi Lavanovi govore: Jakov uze sve što bješe našega oca, i od onoga što bješe našega oca steče sve ovo blago.

ΗΚΟΥΣΕ δὲ Ἰακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.

1
2

I vidje Jakov gdje lice Lavanovo nije prema njemu kao prije.

καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.

1
3

I Gospod reče Jakovu: vrati se u zemlju otaca svojih i u rod svoj, i ja ću biti s tobom.

εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.

1
4

I poslav Jakov dozva Rahilju i Liju u polje k stadu svojemu.

ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.

0
5

I reče im: vidim gdje lice oca vašega nije prema meni kao prije; ali je Bog oca mojega bio sa mnom.

καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ.

0
6

I vi znate da sam služio ocu vašemu kako sam god mogao;

καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.

0
7

A otac me je vaš varao i mijenjao mi platu deset puta; ali mu Bog ne dade da me ošteti;

ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.

1
8

Kad on reče: što bude šareno neka ti je plata, onda se mladilo sve šareno; a kad reče: s biljegom što bude neka ti je plata, onda se mladilo sve s biljegom.

ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·

0
9

Tako Bog uze stoku ocu vašemu i dade je meni;

καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά.

0
10

Jer kad se upaljivaše stoka, podigoh oči svoje i vidjeh u snu, a to ovnovi i jarci što skaču na ovce i koze bijahu šareni, s biljegama prutastim i kolastim.

καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί.

1
11

A anđeo Gospodnji reče mi u snu: Jakove! A ja odgovorih: evo me.

καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· Ἰακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι;

1
12

A on reče: podigni sad oči svoje i gledaj, ovnovi i jarci što skaču na ovce i koze, šareni su, s biljegama prutastim i kolastim; jer vidjeh sve što ti čini Lavan.

καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ·

0
13

Ja sam Bog od Vetilja, gdje si prelio kamen i učinio mi zavjet; ustani sada i idi iz ove zemlje, i vrati se na postojbinu svoju.

ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.

3
14

Tada odgovori Rahilja i Lija, i rekoše mu: eda li još imamo kakav dio i našljedstvo u domu oca svojega?

καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;

0
15

Nije li nas držao kao tuđinke kad nas je prodao? pa je još i naše novce jednako jeo.

οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.

0
16

Jer sve ovo blago što uze Gospod ocu našemu, naše je i naše djece. Zato čini sve što ti je Gospod kazao.

πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.

0
17

I podiže se Jakov, i metnu djecu svoju i žene svoje na kamile;

Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.

0
18

I odvede svu stoku svoju i sve blago što bješe stekao, stoku koju bješe stekao u Padan-Aramu, i pođe k Isaku ocu svojemu u zemlju Hanansku.

καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.

0
19

A Lavan bješe otišao da striže ovce svoje; i Rahilja ukrade idole ocu svojemu.

Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.

0
20

I Jakov otide kradom od Lavana Sirina ne javivši mu da hoće da ide.

ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.

0
21

I pobježe sa svijem blagom svojim, i podiže se te prijeđe preko vode, i uputi se ka gori Galadu.

καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.

0
22

A treći dan javiše Lavanu da je pobjegao Jakov.

ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ,

0
23

I uze sa sobom braću svoju, i pođe za njim u potjeru, i za sedam dana stiže ga na gori Galadu.

καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.

0
24

Ali Bog dođe Lavanu Sirinu noću u snu, i reče mu: čuvaj se da ne govoriš s Jakovom ni lijepo ni ružno.

ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.

0
25

I stiže Lavan Jakova; a Jakov bješe razapeo šator svoj na gori, pa i Lavan također razape svoj s braćom svojom na gori Galadu.

καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.

0
26

I Lavan reče Jakovu: šta učini te kradom pobježe od mene i odvede kćeri moje kao na mač otete?

εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;

0
27

Zašto tajno pobježe i kradom otide od mene? niti mi reče da te ispratim s veseljem i s pjesmama, s bubnjima i guslama?

καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας,

0
28

Niti mi dade da izljubim sinove svoje i kćeri svoje? ludo si radio.

καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.

0
29

Mogao bih vam dosaditi; ali Bog oca vašega noćas mi reče govoreći: čuvaj se da ne govoriš s Jakovom ni lijepo ni ružno.

καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.

0
30

Idi dakle kad si se tako uželio kuće oca svojega; ali zašto ukrade bogove moje?

νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;

0
31

A Jakov odgovori i reče: bojah se i mišljah: hoćeš silom oteti kćeri svoje od mene.

ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά.

0
32

A bogove svoje u koga nađeš, onaj neka ne živi više; pred našom braćom traži što je tvoje u mene, pa uzmi. Jer Jakov nije znao da ih je ukrala Rahilja.

καὶ εἶπεν Ἰακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ Ἰακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.

0
33

I uđe Lavan u šator Jakovljev i u šator Lijin i u šator dviju robinja, i ne nađe ih; i izašav iz šatora Lijina uđe u šator Rahiljin.

εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ.

0
34

A Rahilja uze idole i sakri ih pod samar kamile svoje i sjede ozgo; i Lavan pipaše po cijelom šatoru, i ne nađe.

Ραχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς.

0
35

A ona reče ocu svojemu: nemoj se srditi, gospodaru, što ti ne mogu ustati, jer mi je što u žena biva. Traživ dakle ne nađe idola svojih.

καὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα.

0
36

I Jakov se rasrdi, i stade koriti Lavana, i govoreći reče mu: šta sam učinio, šta sam skrivio, te si me tako žestoko tjerao?

ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου

0
37

Pipao si sav prtljag moj, pa šta si našao iz svoje kuće? daj ovamo pred moju i svoju braću, neka rasude između nas dvojice.

καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.

0
38

Evo dvadeset godina bijah kod tebe: ovce tvoje i koze tvoje ne jaloviše se, a ovnova iz stada tvojega ne jedoh.

ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·

0
39

Što bi zvijerje zaklalo nijesam ti donosio, sam sam podmirivao; od mene si iskao što bi mi bilo ukradeno danju ili noću.

θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·

0
40

Danju me ubijaše vrućina a noću mraz; i san mi ne padaše na oči.

ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.

0
41

Tako mi je bilo dvadeset godina u tvojoj kući; služio sam ti četrnaest godina za dvije kćeri tvoje i šest godina za stoku tvoju, i platu si mi mijenjao deset puta.

ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.

0
42

Da nije Bog oca mojega, Bog Avramov, i strah Isakov bio sa mnom, bi me zacijelo otpustio prazna. Ali je Bog vidio nevolju moju i trud ruku mojih, pa te ukori noćas.

εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.

0
43

A Lavan odgovori Jakovu i reče: ove su kćeri moje kćeri, i ovi su sinovi moji sinovi, i ova stoka moja stoka, i što god vidiš sve je moje; pa šta bih učinio danas kćerima svojim ili sinovima njihovijem koje rodiše?

ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;

0
44

Nego hajde da uhvatimo vjeru, ja i ti, da bude svjedočanstvo između mene i tebe.

νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

0
45

I Jakov uze kamen i utvrdi ga za spomen.

λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην.

0
46

I reče Jakov braći svojoj: nakupite kamenja. I nakupiše kamenja i složiše na gomilu, i jedoše na gomili.

εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ.

0
47

I Lavan ga nazva Jegar-Sahadut, a Jakov ga nazva Galed.

καὶ εἶπεν αὐτῷ Λάβαν· ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.

0
48

I reče Lavan: ova gomila neka bude svjedok između mene i tebe danas. Zato se prozva Galed.

καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ.

0
49

A prozva se i Mispa, jer reče Lavan: neka Gospod gleda između mene i tebe, kad ne uzmožemo vidjeti jedan drugoga.

καὶ ἡ ¨Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου.

0
50

Ako ucvijeliš kćeri moje i ako uzmeš žene preko mojih kćeri, neće čovjek biti između nas, nego gle Bog svjedok između mene i tebe.

εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.

0
51

I još reče Lavan Jakovu: gledaj ovu gomilu i gledaj ovaj spomenik, koji podigoh između sebe i tebe.

0
52

Svjedok je ova gomila i svjedok je ovaj spomenik: da ni ja neću prijeći preko ove gomile k tebi ni ti k meni da nećeš prijeći preko ove gomile i spomenika ovoga na zlo.

ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,

0
53

Bog Avramov i bogovi Nahorovi, bogovi oca njihova, neka sude među nama. A Jakov se zakle strahom oca svojega Isaka.

ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.

0
54

I Jakov prinese žrtvu na gori, i sazva braću svoju na večeru; i jedoše pa noćiše na gori.

καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.

0
55

A ujutru rano usta Lavan, i izljubi svoju unučad i kćeri svoje, i blagoslovi ih, pa otide i vrati se u svoje mjesto.

ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.

0