Postanje 43

Stari zavet

1

Ali glad bješe vrlo velika u onoj zemlji.

ΕΓΕΝΕΤΟ δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα.

0
2

Pa kad pojedoše žito koje bijahu donijeli iz Misira, reče im otac: idite opet, i kupite nam malo hrane.

εἶπε δὲ αὐτῷ Ἰούδας λέγων· διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς λέγων· οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ·

0
3

A Juda mu progovori i reče: tvrdo nam se zarekao onaj čovjek govoreći: nećete vidjeti lica mojega, ako ne bude s vama brat vaš.

εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα.

0
4

Ako ćeš pustiti s nama brata našega, ići ćemo i kupićemo ti hrane.

εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, οὐ πορευσόμεθα. ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων· οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ.

0
5

Ako li nećeš pustiti, nećemo ići, jer nam je kazao onaj čovjek: nećete vidjeti lica mojega, ako ne bude s vama brat vaš.

εἶπε δὲ Ἰσραήλ· τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός;

0
6

A Izrailj reče: što mi to zlo učiniste i kazaste čovjeku da imate još jednoga brata?

οἱ δὲ εἶπαν· ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων· εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν· ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν;

0
7

A oni rekoše: čovjek je potanko raspitivao za nas i za rod naš govoreći: je li vam jošte živ otac? imate li još braće? a mi mu odgovarasmo kako nas pitaše. Jesmo li mogli kako znati da će kazati: dovedite brata svojega?

εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ· ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν.

0
8

I reče Juda Izrailju ocu svojemu: pusti dijete sa mnom, pa ćemo se podignuti i otići, da ostanemo živi i ne pomremo i mi i ti i naša djeca.

ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας.

0
9

Ja ti se jamčim za nj, iz moje ga ruke išti; ako ti ga ne dovedem natrag i preda te ne stavim, da sam ti kriv dovijeka.

εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.

0
10

Da nijesmo toliko oklijevali, do sada bismo se dva puta vratili.

εἶπε δὲ αὐτοῖς Ἰσραὴλ ὁ πατὴρ αὐτῶν· εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ρητίνης καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα.

0
11

Onda reče Izrailj otac njihov: kad je tako, učinite ovo: uzmite što najljepše ima u ovoj zemlji u svoje vreće, i ponesite čovjeku onom dar: malo tamjana i malo meda, mirisava korijenja i smirne, urme i badema.

καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾿ ὑμῶν· μή ποτε ἀγνόημά ἐστι.

0
12

A novaca ponesite dvojinom, i uzmite novce što bijahu ozgo u vrećama vašim i odnesite natrag, može biti da je pogrješka.

καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον.

0
13

I uzmite brata svojega, pa ustanite i idite opet k onom čovjeku.

ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.

0
14

A Bog svemogući da vam da da nađete milost u onoga čovjeka, da vam pusti brata vašega drugoga i Venijamina; ako li ostanem bez djece, nek ostanem bez djece.

Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ἰωσήφ.

0
15

Tada uzevši dare i novaca dvojinom, uzevši i Venijamina, podigoše se i otidoše u Misir, i izađoše pred Josifa.

εἶδε δὲ Ἰωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ᾿ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν.

0
16

A Josif kad vidje s njima Venijamina, reče čovjeku koji upravljaše kućom njegovom: odvedi ove ljude u kuću, pa nakolji mesa i zgotovi, jer će u podne sa mnom jesti ovi ljudi.

ἐποίησε δὲ ὁ ἄνθρωπος, καθὰ εἶπεν Ἰωσήφ, καὶ εἰσήγαγε τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ἰωσήφ.

0
17

I učini čovjek kako Josif reče, i uvede ljude u kuću Josifovu.

ἰδόντες δὲ οἱ ἄνδρες ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ Ἰωσήφ, εἶπαν· διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν.

0
18

A oni se bojahu kad ih čovjek vođaše u kuću Josifovu, i rekoše: za novce koji pređe bjehu metnuti u vreće naše vodi nas, dokle smisli kako će nas okriviti, da nas zarobi i uzme naše magarce.

προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου

0
19

Pa pristupivši k čovjeku koji upravljaše kućom Josifovom, progovoriše mu na vratima kućnim,

λέγοντες· δεόμεθα, κύριε, κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα·

0
20

I rekoše: čuj, gospodaru; došli smo bili i pređe, i kupismo hrane;

ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν

0
21

Pa kad dođosmo u jednu gostionicu i otvorismo vreće, a to novci svakoga nas bijahu ozgo u vreći njegovoj, novci naši na mjeru; i evo smo ih donijeli natrag;

καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾿ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλε τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.

0
22

A druge smo novce donijeli da kupimo hrane; ne znamo ko nam metnu novce naše u vreće.

εἶπε δὲ αὐτοῖς· ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν καὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, καὶ τὸ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγε πρὸς αὐτοὺς τὸν Συμεὼν

0
23

A on im reče: budite mirni, ne bojte se; Bog vaš i Bog oca vašega metnuo je blago u vreće vaše; novci su vaši bili u mene. I izvede im Simeuna.

καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν.

0
24

I uvede ih čovjek u kuću Josifovu, i donese im vode te opraše noge, i magarcima njihovijem položi.

ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν τὸν Ἰωσὴφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.

0
25

I pripraviše dar čekajući dokle dođe Josif u podne, jer čuše da će oni ondje objedovati.

Εἰσῆλθε δὲ Ἰωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

0
26

I kad Josif dođe kući, iznesoše mu dar koji imahu kod sebe, i pokloniše mu se do zemlje.

ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς· εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ;

0
27

A on ih zapita kako su, i reče: kako je otac vaš stari, za koga mi govoriste? je li jošte živ?

οἱ δὲ εἶπαν· ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ· καὶ εἶπεν· εὐλογημένος ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ.

0
28

A oni rekoše: dobro je sluga tvoj, otac naš; još je živ. I pokloniše mu se.

ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ Ἰωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν· οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· ὁ Θεὸς ἐλεήσαι σε τέκνον.

0
29

A on pogledav vidje Venijamina brata svojega, sina matere svoje, i reče: je li vam to najmlađi brat vaš za kojega mi govoriste? I reče: Bog da ti bude milostiv, sinko!

ἐταράχθη δὲ Ἰωσήφ, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ.

0
30

A Josifu goraše srce od ljubavi prema bratu svojemu, te brže potraži gdje će plakati, i ušav u jednu sobu plaka ondje.

καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε· παράθετε ἄρτους.

0
31

Poslije umiv se izađe, i ustežući se reče: dajte objed.

καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Ἑβραίων ἄρτους, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις.

0
32

I donesoše njemu napose, i njima napose, i Misircima koji objedovahu u njega napose, jer ne mogahu Misirci jesti s Jevrejima, jer je to nečisto Misircima.

ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

0
33

A sjeđahu pred njim stariji po starješinstvu svojem a mlađi po mladosti svojoj. I zgledahu se od čuda.

ᾖραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων, ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ.

0
34

I uzimajući jela ispred sebe slaše njima, i Venijaminu dopade pet puta više nego drugima. I piše i napiše se s njim.

0