Stari zavet
I zapovjedi Josif čovjeku što upravljaše kućom njegovom govoreći: naspi ovijem ljudima u vreće žita koliko mogu ponijeti, i svakome u vreću metni ozgo novce njegove.
ΚΑΙ ἐνετείλατο ὁ Ἰωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων· πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
I čašu moju, čašu srebrnu, metni najmlađemu u vreću ozgo i novce za njegovo žito. I učini kako mu Josif reče.
καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ρῆμα Ἰωσήφ, καθὼς εἶπε.
A ujutru kad svanu, otpustiše ljude s magarcima njihovijem.
τὸ πρωΐ διέφαυσε, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
A kad izađoše iz mjesta i još ne bijahu daleko, reče Josif čovjeku što upravljaše kućom njegovom: ustani, idi brže za onijem ljudima, i kad ih stigneš reci im: zašto vraćate zlo za dobro?
ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν, καὶ Ἰωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς· τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν;
Nije li to čaša iz koje pije moj gospodar? i neće li po njoj zacijelo poznati kakvi ste? zlo ste radili što ste to učinili.
οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε.
I on ih stiže, i reče im tako.
εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ρήματα ταῦτα.
A oni mu rekoše: zašto govoriš, gospodaru, take riječi? Sačuvaj Bože da sluge tvoje učine tako što!
οἱ δὲ εἶπαν αὐτῷ· ἱνατί λαλεῖ ὁ κύριος κατὰ τὰ ρήματα ταῦτα; μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο.
Eno smo ti donijeli natrag iz zemlje Hananske novce koje nađosmo ozgo u vrećama svojim, pa kako bismo ukrali iz kuće gospodara tvojega srebro ili zlato?
εἰ τὸ μὲν ἀργύριον, ὁ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον;
U kojega se između sluga tvojih nađe, onaj neka pogine, i svrh toga mi ćemo biti robovi gospodaru mojemu.
παρ᾿ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παίδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν.
A on reče: neka bude kako rekoste; ali u koga se nađe, onaj da mi bude rob, a vi ostali nećete biti krivi.
ὁ δὲ εἶπε· καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί.
I brže poskidaše svi na zemlju vreće svoje, i razdriješiše svaki svoju vreću.
καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.
A on stade tražiti počev od najstarijega, i kad dođe na najmlađega, nađe se čaša u vreći Venijaminovoj.
ἠρεύνησε δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ Βενιαμίν.
Tada razdriješe haljine svoje, i natovarivši svaki svoj tovar na svojega magarca vratiše se u grad.
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπί τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
I dođe Juda s braćom svojom Josifu u kuću, dok on još bijaše kod kuće, i padoše pred njim na zemlju.
εἰσῆλθε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ἰωσήφ, ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
A Josif im reče: šta ste to učinili? zar nijeste znali da čovjek kao što sam ja može zacijelo doznati?
εἶπε δὲ αὐτοῖς Ἰωσήφ· τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ;
Tada reče Juda: šta da ti rečemo, gospodaru? šta da govorimo? kako li da se pravdamo? Bog je otkrio zločinstvo tvojih sluga. Evo, mi smo svi robovi tvoji, gospodaru, i mi i ovaj u koga se našla čaša.
εἶπε δὲ Ἰούδας· τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ.
A Josif reče: Bože sačuvaj! neću ja to; u koga se našla čaša on neka mi bude rob, a vi idite s mirom ocu svojemu.
εἶπε δὲ Ἰωσήφ· μή μοι γένοιτο ποιῆσαι τὸ ρῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς. ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.
Ali Juda pristupiv k njemu reče: čuj me, gospodaru; dopusti da progovori sluga tvoj gospodaru svojemu, i neka se gnjev tvoj ne raspali na slugu tvojega, jer si ti kao sam Faraon.
Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπε· δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ρῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ.
Gospodar moj zapita sluge svoje govoreći: imate li oca ili brata?
κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· εἰ ἔχετε πατέρα ἢ ἀδελφόν;
A mi rekosmo gospodaru svojemu: imamo stara oca i brata najmlađega, koji mu se rodi u starosti; a njegov je brat umro, i on osta sam od matere svoje, i otac ga pazi.
καὶ εἴπαμεν τῷ κυρίῳ· ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρους νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
A ti reče slugama svojim: dovedite mi ga da ga vidim svojim očima.
εἶπας δὲ τοῖς παισί σου· καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ.
I rekosmo gospodaru svojemu: neće moći dijete ostaviti oca svojega; da ostavi oca svojega, odmah će otac umrijeti.
καὶ εἴπαμεν τῷ κυρίῳ· οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται.
A ti reče slugama svojim: ako ne dođe s vama brat vaš najmlađi, nećete više vidjeti lica mojega.
σὺ δὲ εἶπας τοῖς παισί σου· ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου.
A kad se vratismo k sluzi tvojemu a ocu mojemu, kazasmo mu riječi gospodara mojega.
ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ρήματα τοῦ κυρίου ἡμῶν.
Poslije reče nam otac: idite opet, kupite nam hrane.
εἶπε δὲ ὁ πατὴρ ἡμῶν· βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
A mi rekosmo: ne možemo ići, osim ako bude brat naš najmlađi s nama, onda ćemo ići, jer ne možemo vidjeti lica onoga čovjeka, ako ne bude s nama brat naš najmlađi.
ἡμεῖς δέ εἴπομεν· οὐ δυνησόμεθα καταβῆναι. ἀλλ᾿ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ᾿ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ ὄντος μεθ᾿ ἡμῶν.
A sluga tvoj, otac moj, reče nam: znate da mi je žena rodila dva sina.
εἶπε δὲ ὁ παῖς σου, ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς· ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνή·
I jedan od njih otide od mene, i rekoh: zacijelo ga je raskinula zvjerka; i do sada ga ne vidjeh.
καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾿ ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονε, καὶ οὐκ εἶδον αὐτὸν ἄχρι νῦν·
Ako i ovoga odvedete od mene i zadesi ga kakvo zlo, svalićete me stara u grob s tugom.
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
Pa sada da otidem k sluzi tvojemu, ocu svojemu, a ovo dijete da ne bude s nama, kako je duša onoga vezana za dušu ovoga,
νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθ᾿ ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς,
Umrijeće kad vidi da nema djeteta, te će sluge tvoje svaliti staroga slugu tvojega a oca svojega s tugom u grob.
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδίον μεθ᾿ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου.
A tvoj se sluga podjemčio za dijete ocu svojemu rekav: ako ti ga ne dovedem natrag, da sam kriv ocu svojemu dovijeka.
ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον λέγων· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι εἰς τὸν πατέρα πάσας τάς ἡμέρας.
Zato neka sluga tvoj ostane mjesto djeteta da bude rob gospodaru mojemu a dijete neka ide s braćom svojom.
νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν αὐτοῦ.
Jer kako bih se vratio k ocu svojemu bez djeteta, da gledam jade koji bi mi oca zadesili?
πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ᾿ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου.