Postanje 47

Stari zavet

1

I otišav Josif javi Faraonu i reče: otac moj i braća moja s ovcama svojim i s govedima svojim i sa svijem što imaju dođoše iz zemlje Hananske, i evo ih u zemlji Gesemskoj.

ΕΛΘΩΝ δὲ Ἰωσὴφ ἀπήγγειλε τῷ Φαραὼ λέγων· ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χαναὰν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ.

1
2

I uzev nekolicinu braće svoje, pet ljudi, izvede ih pred Faraona.

ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ.

0
3

A Faraon reče braći njegovoj: kakvu radnju radite? A oni rekoše Faraonu: pastiri su sluge tvoje, i mi i naši stari.

καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς Ἰωσήφ· τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραώ· ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.

0
4

Još rekoše Faraonu: dođosmo da živimo kao došljaci u ovoj zemlji, jer nema paše za stoku tvojih sluga, jer je velika glad u zemlji Hananskoj; a sada dopusti da žive u zemlji Gesemskoj sluge tvoje.

εἶπαν δὲ τῷ Φαραώ· παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παίδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν· νῦν οὖν κατοικήσωμεν οἱ παῖδές σου ἐν γῇ Γεσέμ.

0
5

A Faraon reče Josifu: otac tvoj i braća tvoja dođoše k tebi;

εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου.

0
6

U tvojoj je vlasti zemlja Misirska; na najboljem mjestu u ovoj zemlji naseli oca svojega i braću svoju, neka žive u zemlji Gesemskoj; i ako koje znaš između njih da su vrijedni ljudi, postavi ih nad mojom stokom.

καὶ εἶπε Φαραὼ πρὸς Ἰωσὴφ λέγων· ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ· ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου.

0
7

Poslije dovede Josif i Jakova oca svojega i izvede ga pred Faraona, i blagoslovi Jakov Faraona.

εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ, καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ.

0
8

A Faraon reče Jakovu: koliko ti ima godina?

εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ· πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;

0
9

Odgovori Jakov Faraonu: meni ima sto i trideset godina, kako sam došljak. Malo je dana života mojega i zli su bili, niti stižu vijeka otaca mojih, koliko su oni živjeli.

καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.

0
10

I blagosloviv Jakov Faraona otide od Faraona.

καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ.

0
11

A Josif naseli oca svojega i braću svoju, i dade im dobro u zemlji Misirskoj na najboljem mjestu te zemlje, u zemlji Rameskoj, kao što zapovjedi Faraon.

καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ραμεσσῆ, καθὰ προσέταξε Φαραώ.

0
12

I hranjaše Josif hljebom oca svojega i braću svoju i sav dom oca svojega do najmanjega.

καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.

0
13

Ali nesta hljeba u svoj zemlji, jer glad bijaše vrlo velika, i uzmuči se zemlja Misirska i zemlja Hananska od gladi.

Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ.

0
14

I pokupi Josif sve novce što se nalažahu po zemlji Misirskoj i po zemlji Hananskoj za žito koje kupovahu, i slagaše novce u kuću Faraonovu.

συνήγαγε δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ.

0
15

A kad nesta novaca u zemlji Misirskoj i u zemlji Hananskoj, stadoše svi Misirci dolaziti k Josifu govoreći: daj nam hljeba; zašto da mremo kod tebe, što novaca nema?

καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσήφ, λέγοντες· δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν.

0
16

A Josif im govoraše: dajte stoku svoju, pa ću vam dati hljeba za stoku, kad je nestalo novaca.

εἶπε δὲ αὐτοῖς Ἰωσήφ· φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν.

0
17

I dovođahu stoku svoju k Josifu, i Josif im davaše hljeba za konje i za ovce i za goveda i za magarce. Tako ih prehrani onu godinu hljebom za svu stoku njihovu.

ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσήφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

0
18

A kad prođe ona godina, stadoše opet dolaziti k njemu druge godine govoreći: ne možemo tajiti od gospodara svojega, ali je novaca nestalo, i stoka koju imasmo u našega je gospodara; i nije ostalo ništa da donesemo gospodaru svojemu osim tjelesa naših i njiva naših.

ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ· μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ᾿ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.

0
19

Zašto da mremo na tvoje oči? evo i nas i naših njiva; kupi nas i njive naše za hljeb, da s njivama svojim budemo robovi Faraonu, i daj žita da ostanemo živi i ne pomremo i da zemlja ne opusti.

ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται.

0
20

Tako pokupova Josif Faraonu sve njive u Misiru, jer Misirci prodavahu svaki svoju njivu, kad glad uze jako mah među njima. I zemlja posta Faraonova.

καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῇ τῷ Φαραώ,

0
21

A narod preseli u gradove od jednoga kraja Misira do drugoga.

καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ᾿ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,

0
22

Samo ne kupi svešteničkih njiva; jer Faraon odredi dio sveštenicima, i hranjahu se od svojega dijela, koji im dade Faraon, te ne prodaše svojih njiva.

χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ, ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραώ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.

0
23

A Josif reče narodu: evo kupih danas vas i njive vaše Faraonu; evo vam sjemena, pa zasijte njive.

εἶπε δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις· ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν,

0
24

A što bude roda, daćete peto Faraonu, a četiri dijela neka budu vama za sjeme po njivama i za hranu vama i onijema koji su po kućama vašim i za hranu djeci vašoj.

καὶ ἔσται τὰ γεννήματα αὐτῆς καὶ δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.

0
25

A oni rekoše: ti si nam život sačuvao; neka nađemo milost pred gospodarem svojim da budemo robovi Faraonu.

καὶ εἶπαν· σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ.

0
26

I postavi Josif zakon do današnjega dana za njive Misirske da se daje peto Faraonu; samo njive svešteničke ne postaše Faraonove.

καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραώ.

0
27

A djeca Izrailjeva življahu u zemlji Misirskoj u kraju Gesemskom, i držahu ga, i narodiše se i namnožiše se veoma.

Κατῴκησε δὲ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ καὶ ἐκληρονόμησαν ἐπ᾿ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα.

0
28

I Jakov poživje u zemlji Misirskoj sedamnaest godina; a svega bi Jakovu sto i četrdeset i sedam godina.

ἐπέζησε δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη.

0
29

A kad se približi vrijeme Izrailju da umre, dozva sina svojega Josifa, i reče mu: ako sam našao milost pred tobom, metni ruku svoju pod stegno moje, i učini mi milost i vjeru, nemoj me pogrepsti u Misiru;

ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ καὶ εἶπεν αὐτῷ· εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,

0
30

Nego neka ležim kod otaca svojih; i ti me odnesi iz Misira i pogrebi me u grobu njihovu. A on reče: učiniću kako si kazao.

ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν· ἐγὼ ποιήσω κατὰ τὸ ρῆμά σου.

0
31

I reče mu Jakov: zakuni mi se. I on mu se zakle. I pokloni se Izrailj preko uzglavlja od odra svojega.

εἶπε δέ· ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ράβδου αὐτοῦ.

0