Stari zavet
Poslije javiše Josifu: eno, otac ti je bolestan. A on povede sa sobom dva sina svoja, Manasiju i Jefrema.
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
I javiše Jakovu i rekoše: evo sin tvoj Josif ide k tebi. A Izrailj se okrijepi, te sjede na postelji svojoj.
ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.
I reče Jakov Josifu: Bog svemogući javi se meni u Luzu u zemlji Hananskoj, i blagoslovi me;
καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με
I reče mi: učiniću te da narasteš i namnožiš se; i učiniću od tebe mnoštvo naroda, i daću zemlju ovu sjemenu tvojemu nakon tebe da je njihova dovijeka.
καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
Sada dakle dva sina tvoja, što ti se rodiše u zemlji Misirskoj prije nego dođoh k tebi u Misir, moji su, Jefrem i Manasija kao Ruvim i Simeun neka budu moji.
νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι·
A djeca koju rodiš poslije njih, neka budu tvoja i neka se po imenu braće svoje zovu u našljedstvu svojem.
τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.
Jer kad se vratih iz Padana, umrije mi Rahilja u zemlji Hananskoj na putu, kad bješe još malo do Efrate; i pogreboh je na putu u Efratu, a to je Vitlejem.
ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).
A vidjev Izrailj sinove Josifove, reče: ko su ovi?
ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπε· τίνες σοι οὗτοι;
A Josif reče ocu svojemu: moji sinovi, koje mi Bog dade ovdje. A on reče: dovedi ih k meni, da ih blagoslovim.
εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
A oči bjehu Izrailju otežale od starosti, te ne mogaše dobro vidjeti. A kad mu ih privede, cjeliva ih i zagrli.
οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
I reče Izrailj Josifu: nijesam mislio da ću vidjeti lice tvoje; a gle, Bog mi dade da vidim i porod tvoj.
καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.
A Josif odmače ih od koljena njegovijeh i pokloni se licem do zemlje.
καὶ ἐξήγαγε αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
Pa ih uze Josif obojicu, Jefrema sebi s desne strane a Izrailju s lijeve, Manasiju pak sebi s lijeve strane a Izrailju s desne; i tako ih primače k njemu.
λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
A Izrailj pruživ desnu ruku svoju metnu je na glavu Jefremu mlađemu, a lijevu na glavu Manasiji, tako namjestiv ruke navlaš, ako i jest Manasija bio prvenac.
ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
I blagoslovi Josifa govoreći: Bog, kojemu su svagda ugađali oci moji Avram i Isak, Bog, koji me je hranio otkako sam postao do današnjega dana,
καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Anđeo, koji me je izbavljao od svakoga zla, da blagoslovi djecu ovu, i da se po mojemu imenu i po imenu otaca mojih Avrama i Isaka prozovu, i da se kao ribe namnože na zemlji!
ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
A Josif kad vidje gdje otac metnu desnu ruku svoju na glavu Jefremu, ne bi mu milo, pa uhvati za ruku oca svojega da je premjesti s glave Jefremove na glavu Manasijinu.
ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.
I reče Josif ocu svojemu: ne tako, oče; ovo je prvenac, metni desnicu njemu na glavu.
εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Ali otac njegov ne htje, nego reče: znam, sine, znam; i od njega će postati narod, i on će biti velik; ali će mlađi brat njegov biti veći od njega, i sjeme će njegovo biti veliko mnoštvo naroda.
καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
I blagoslovi ih u onaj dan i reče: tobom će Izrailj blagosiljati govoreći: Bog da te učini kao Jefrema i kao Manasiju. Tako postavi Jefrema pred Manasiju.
καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν Ἐφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.
Poslije reče Izrailj Josifu: evo ja ću skoro umrijeti; ali će Bog biti s vama i odvešće vas opet u zemlju otaca vaših.
εἶπε δὲ Ἰσραὴλ τῷ Ἰωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·
I ja ti dajem jedan dio više nego braći tvojoj, koji uzeh iz ruku Amorejskih mačem svojim i lukom svojim.
ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.