Stari zavet
Čuvaj nogu svoju kad ideš u dom Božji, i pristupi da slušaš; to je bolje nego što bezumni daju žrtve, jer ne znaju da zlo čine.
ΜΗ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι.
Nemoj nagliti ustima svojim, i srce tvoje da ne bude brzo izgovoriti što pred Bogom, jer je Bog na nebu a ti si na zemlji, zato neka bude malo riječi tvojih.
ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων.
Jer san dolazi od mnogoga posla, a glas bezumnikov od mnogih riječi.
καθὼς ἂν εὔξῃ εὐχὴν τῷ Θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν, ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἐὰν εὔξῃ, ἀπόδος.
Kad učiniš zavjet Bogu, ne oklijevaj ispuniti ga, jer mu nijesu mili bezumnici; što god zavjetuješ, ispuni.
ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι.
Bolje je da ne zavjetuješ negoli da zavjetuješ pa ne ispuniš.
μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ Θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου.
Ne daj ustima svojima da na grijeh navode tijelo tvoje, i ne govori pred anđelom da je bilo nehotice. Zašto bi se gnjevio Bog na riječi tvoje i potro djelo ruku tvojih?
ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν, ὅτι σὺ τὸν Θεὸν φοβοῦ.
Jer kao što u mnoštvu sanova ima taštine, tako i u mnogim riječima; nego boj se Boga.
Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι· ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ᾿ αὐτοῖς.
Ako vidiš gdje se čini nepravda siromahu i otima sud i pravda u zemlji, ne čudi se tome, jer viši pazi na visokoga, i ima još viših nad njima.
καὶ περισσεία γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου.
Ali je zemlja korisnija od svega; i car njivi služi.
Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα; καί γε τοῦτο ματαιότης.
Ko ljubi novce, neće se nasititi novaca; i ko ljubi bogatstvo, neće imati koristi od njega. I to je taština.
ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ᾿ αὐτῆς ὅτι ἀλλ᾿ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ;
Gdje je mnogo dobra, mnogo je i onijeh koji ga jedu; pa kaka je korist od toga gospodaru? osim što gleda svojim očima.
γλυκὺς ὕπνος τοῦ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι.
Sladak je san onome koji radi, jeo malo ili mnogo; a sitost bogatome ne da spavati.
ἔστιν ἀρρωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ᾿ αὐτοῦ εἰς κακίαν αὐτῷ,
Ima ljuto zlo koje vidjeh pod suncem: bogatstvo koje se čuva na zlo onome čije je.
καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν.
Jer tako bogatstvo propadne zlom nezgodom, te sinu kojega je rodio ne ostane ništa u ruku.
καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν οὐ λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.
Kao što je izašao iz utrobe matere svoje nag, tako opet odlazi kako je došao; i ništa ne uzima od truda svojega da ponese u ruci svojoj.
καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται, καὶ τίς ἡ περισσεία αὐτοῦ, ᾗ μοχθεῖ εἰς ἄνεμον;
I to je ljuto zlo što odlazi kako je došao; i kaka mu je korist što se trudio u vjetar,
καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ.
I svega vijeka svojega jeo u mraku, i mnogo se brinuo i žalostio i ljutio?
Ἰδοὺ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστι καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ Θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ.
Eto, to vidjeh da je dobro i lijepo čovjeku da jede i pije i uživa dobro od svega truda svojega kojim se trudi pod nebom za života svojega, koji mu Bog da, jer mu je to dio.
καί γε πᾶς ἄνθρωπος, ᾧ ἔδωκεν αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτῷ φαγεῖν ἀπ᾿ αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα Θεοῦ ἐστιν.
I kad kome Bog da bogatstvo i blago, i da mu da uživa i uzima svoj dio i da se veseli s truda svojega, to je dar Božji.
ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ὅτι ὁ Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.
Jer se neće mnogo opominjati dana života svojega, jer mu Bog daje da mu je srce veselo.