Propovednik 6

Stari zavet

1

Ima zlo koje vidjeh pod suncem i često je među ljudima:

ΕΣΤΙ πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸ ἄνθρωπον·

0
2

Nekome Bog da bogatstvo i blago i slavu, te duša njegova ima sve što god želi, ali mu ne da Bog da to uživa, nego uživa drugi. To je taština i ljuto zlo.

ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ᾿ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστι.

0
3

Da bi ko rodio sto sinova i živio mnogo godina i dani bi se vijeka njegova veoma namnožili, a duša se njegova ne bi nasitila dobra, te ni pogreba ne bi imao, kažem da je bolje nedonošče od njega.

ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ,τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐ πλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,

0
4

Jer uzalud dođe i u tamu otide i ime mu je tamom pokriveno;

ὅτι ἐν ματαιότητι ἦλθε καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται.

0
5

Ni sunca ne vidje, niti što pozna, a počiva bolje nego onaj.

καί γε ἥλιον οὐκ εἶδε καὶ οὐκ ἔγνω, ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.

0
6

I da bi živio dvije tisuće godina, a dobra ne bi uživao, ne odlaze li svi na jedno mjesto?

καὶ εἰ ἔζησε χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδε, μὴ οὐκ εἰς τόπον ἕνα πορεύεται τὰ πάντα;

0
7

Sav je trud čovječji za usta njegova, ali se ne može nasititi duša njegova.

Πᾶς μόχθος ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται.

0
8

Jer šta ima mudri više nego bezumni? šta li siromah, koji se umije vladati među živima?

ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς.

0
9

Bolje je vidjeti očima negoli željeti; i to je taština i muka duhu.

ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

0
10

Što je ko, davno je tijem nazvan; i zna se da je čovjek i da se ne može suditi s jačim od sebe.

Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροτέρου ὑπὲρ αὐτόν·

0
11

Kad dakle ima mnogo stvari koje umnožavaju taštinu, kaka je korist čovjeku?

ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ;

0
12

Jer ko zna što je dobro čovjeku u životu, za malo dana taštega života njegova, koji mu prolaze kao sjen? ili ko će kazati čovjeku šta će biti poslije njega pod suncem?

ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

0