Stari zavet
Bolje je ime nego dobro ulje, i dan smrtni nego dan u koji se ko rodi.
ΑΓΑΘΟΝ ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως.
Bolje je ići u kuću gdje je žalost nego ići u kuću gdje je gozba, jer je ondje kraj svakoga čovjeka, i ko je živ, slaže u srce svoje.
ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ.
Bolja je žalost nego smijeh, jer kad je lice neveselo, srce postaje bolje.
ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
Srce je mudrijeh ljudi u kući gdje je žalost, a srce bezumnijeh u kući gdje je veselje.
καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.
Bolje je slušati karanje mudroga nego da ko sluša pjesmu bezumnijeh.
ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων·
Jer kao što prašti trnje pod loncem, taki je smijeh bezumnikov; i to je taština.
ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.
Nasilje obezumljuje mudroga, i poklon izopačuje srce.
ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
Bolji je kraj stvari nego početak joj; bolji je ko je strpljiva duha negoli ko je ponosita duha.
ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
Ne budi nagao u duhu svom na gnjev, jer gnjev počiva u njedrima bezumnijeh.
μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.
Ne govori: šta je to, te su pređašnji dani bili bolji od ovijeh? jer ne bi bilo mudro da za to pitaš.
μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.
Dobra je mudrost s imanjem, i korisna je onima koji vide sunce.
ἀγαθὴ σοφία μετὰ κληρονομίας καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον·
Jer je mudrost zaklon, i novci su zaklon; ali je pretežnije znanje mudrosti tijem što daje život onome ko je ima.
ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ᾿ αὐτῆς.
Pogledaj djelo Božije; jer ko može ispraviti što on iskrivi?
ἰδὲ τὰ ποιήματα τοῦ Θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτόν;
U dobro vrijeme uživaj dobro, a u zlo vrijeme gledaj, jer je Bog stvorio jedno prema drugom zato da čovjek ne zna šta će biti.
ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ· καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ οὐδέν.
Svašta vidjeh za vremena taštine svoje: pravednika koji propada u pravdi svojoj, i bezbožnika koji dugo živi u svojoj zloći.
Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου. ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καί ἐστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
Ne budi suviše pravedan ni suviše mudar; zašto bi sebe upropastio?
μὴ γίνου δίκαιος πολύ, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς.
Ne budi suviše bezbožan ni lud; zašto bi umro prije vremena?
μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
Dobro je da držiš jedno a drugo da ne puštaš iz ruke; jer ko se boji Boga izbaviće se od svega.
ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι φοβουμένοις τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα.
Mudrost krijepi čovjeka više nego deset knezova koji su u gradu.
Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
Doista nema čovjeka pravedna na zemlji koji tvori dobro i ne griješi.
ὅτι ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὅς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.
Ne uzimaj na um svašta što se govori, ako bi i slugu svojega čuo gdje te psuje;
καί γε εἰς πάντας λόγους, οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε·
Jer srce tvoje zna da si i ti više puta psovao druge.
ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους.
Sve to ogledah mudrošću i rekoh: biću mudar; ali mudrost bješe daleko od mene.
Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα· σοφισθήσομαι,
Što je tako daleko i vrlo duboko, ko će naći?
καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾿ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
Okretoh se srcem svojim da poznam i izvidim i iznađem mudrost i razum, i da poznam bezbožnost ludosti i ludost bezumlja.
ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ τοῦ ζητῆσαι σοφίαν καὶ ψῆφον καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν.
I nađoh da je grča od smrti žena kojoj je srce mreža i pruglo, kojoj su ruke okovi; ko je mio Bogu, sačuvaće se od nje, a grješnika će uhvatiti ona.
καὶ εὑρίσκω ἐγὼ αὐτὴν καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ᾿ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.
Gle, to nađoh, veli propovjednik, jedno prema drugom, tražeći da razumijem.
ἰδὲ τοῦτο εὗρον, εἶπεν ὁ ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
Još traži duša moja, ali ne nađoh. Čovjeka jednoga u tisući nađoh, ali žene među svjema ne nađoh.
ὃν ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
Samo, gle, ovo nađoh: da je Bog stvorio čovjeka dobra; a oni traže svakojake pomisli.
πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.