Stari zavet
I Bog blagoslovi Noja i sinove njegove, i reče im: rađajte se i množite se, i napunite zemlju;
ΚΑΙ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
I sve zvijeri zemaljske i sve ptice nebeske i sve što ide po zemlji i sve ribe morske neka vas se boje i straše; sve je predano u vaše ruke.
καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.
Što se god miče i živi, neka vam bude za jelo, sve vam to dadoh kao zelenu travu.
καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.
Ali ne jedite mesa s dušom njegovom, a to mu je krv.
πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·
Jer ću i vašu krv, duše vaše, iskati; od svake ću je zvijeri iskati; iz ruke samoga čovjeka, iz ruke svakoga brata njegova iskaću dušu čovječiju.
καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.
Ko prolije krv čovječiju, njegovu će krv proliti čovjek; jer je Bog po svojemu obličju stvorio čovjeka.
ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
Rađajte se dakle i množite se; narodite se veoma na zemlji i namnožite se na njoj.
ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
I reče Bog Noju i sinovima njegovijem s njim, govoreći:
Καὶ εἶπεν ὁ Θεός τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτοῦ λέγων·
A ja evo postavljam zavjet svoj s vama i s vašim sjemenom nakon vas,
καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾿ ὑμᾶς
I sa svijem životinjama, što su s vama od ptica, od stoke i od svega zvijerja zemaljskoga što je s vama, sa svačim što je izašlo iz kovčega, i sa svijem zvijerjem zemaljskim.
καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾿ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ᾿ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
Postavljam zavjet svoj s vama, te otsele neće nijedno tijelo poginuti od potopa, niti će više biti potopa da zatre zemlju.
καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.
I reče Bog: evo znak zavjeta koji postavljam između sebe i vas i svake žive tvari, koja je s vama dovijeka:
καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ' ὑμῶν εἰς γενεὰς αἰωνίους·
Metnuo sam dugu svoju u oblake, da bude znak zavjeta između mene i zemlje.
τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
Pa kad oblake navučem na zemlju, vidjeće se duga u oblacima,
καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ,
I opomenuću se zavjeta svojega koji je između mene i vas i svake duše žive u svakom tijelu, i neće više biti od vode potopa da zatre svako tijelo.
καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
Duga će biti u oblacima, pa ću je pogledati, i opomenuću se vječnoga zavjeta između Boga i svake duše žive u svakom tijelu koje je na zemlji.
καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
I reče Bog Noju: to je znak zavjeta koji sam učinio između sebe i svakoga tijela na zemlji.
καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
A bijahu sinovi Nojevi koji izidoše iz kovčega: Sim i Ham i Jafet; a Ham je otac Hanancima.
Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ· Χάμ δὲ ἦν πατὴρ Χαναάν.
To su tri sina Nojeva, i od njih se naseli sva zemlja.
τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπί πᾶσαν τὴν γῆν.
A Noje poče raditi zemlju, i posadi vinograd.
Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα.
I napiv se vina opi se, i otkri se nasred šatora svojega.
καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.
A Ham, otac Hanancima, vidje golotinju oca svojega, i kaza obojici braće svoje na polju.
καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.
A Sim i Jafet uzeše haljinu, i ogrnuše je obojica na ramena svoja, i idući natraške pokriše njom golotinju oca svojega, licem natrag okrenuvši se da ne vide golotinje oca svojega.
καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.
A kad se Noje probudi od vina, dozna šta mu je učinio mlađi sin,
ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος,
I reče: proklet da je Hanan, i da bude sluga slugama braće svoje!
καὶ εἶπεν· ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
I još reče: blagosloven da je Gospod Bog Simov, i Hanan da mu bude sluga!
καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.
Bog da raširi Jafeta da živi u šatorima Simovijem, a Hanan da im bude sluga!
πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
I poživje Noje poslije potopa trista i pedeset godina.
Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα.
A svega poživje Noje devet stotina i pedeset godina; i umrije.
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν.