Stari zavet
I reče Gospod Avramu: idi iz zemlje svoje i od roda svojega i iz doma oca svojega u zemlju koju ću ti ja pokazati.
ΚΑΙ εἶπε Κύριος τῷ ¨Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
I učiniću od tebe velik narod, i blagosloviću te, i ime tvoje proslaviću, i ti ćeš biti blagoslov.
καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
Blagosloviću one koji tebe uzblagosiljaju, i prokleću one koji tebe usproklinju; i u tebi će biti blagoslovena sva plemena na zemlji.
καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
Tada pođe Avram, kao što mu kaza Gospod, i s njim pođe Lot. A bješe Avramu sedamdeset i pet godina kad pođe iz Harana.
καὶ ἐπορεύθη ¨Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ¨Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαρράν.
I uze Avram Saru ženu svoju i Lota sina brata svojega sa svijem blagom koje bjehu stekli i s dušama koje bjehu dobili u Haranu; i pođoše u zemlju Hanansku, i dođoše u nju.
καὶ ἔλαβεν ¨Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
I prođe Avram tu zemlju do mjesta Sihema i do ravnice Moreške; a bijahu tada Hananeji u toj zemlji.
καὶ διώδευσεν ¨Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
I javi se Gospod Avramu i reče: tvojemu sjemenu daću zemlju ovu. I Avram načini ondje žrtvenik Gospodu, koji mu se javio.
καὶ ὤφθη Κύριος τῷ ¨Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ¨Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Poslije otide odande na brdo koje je prema istoku od Vetilja, i ondje razape šator svoj, te mu Vetilj bješe sa zapada a Gaj s istoka; i ondje načini Gospodu žrtvenik, i prizva ime Gospodnje.
καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Odande otide Avram dalje idući na jug.
καὶ ἀπῇρεν ¨Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
Ali nasta glad u onoj zemlji, te Avram siđe u Misir da se ondje skloni; jer glad bješe velika u onoj zemlji.
Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ¨Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
A kad se približi da već uđe u Misir, reče Sari ženi svojoj: gle, znam da si žena lijepa u licu.
ἐγένετο δέ, ἡνίκα ἤγγισεν ¨Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ¨Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Zato kad te vide Misirci reći će: ovo mu je žena. Pa će me ubiti, a tebe će ostaviti u životu.
ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
Nego hajde kaži da si mi sestra, te će meni biti dobro tebe radi i ostaću u životu uz tebe.
εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
I kad dođe Avram u Misir, vidješe Misirci ženu da je vrlo lijepa.
ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ¨Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
I vidješe je knezovi Faraonovi, i hvališe je pred Faraonom. I uzeše je u dvor Faraonov.
καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῃ£νεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
I on činjaše dobro Avramu nje radi, te imaše ovaca i goveda i magaraca i sluga i sluškinja i magarica i kamila.
καὶ τῷ ¨Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Ali Gospod pusti velika zla na Faraona i na dom njegov radi Sare žene Avramove.
καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ¨Αβραμ.
Tada dozva Faraon Avrama i reče mu: šta mi to učini? zašto mi nijesi kazao da ti je žena?
καλέσας δὲ Φαραὼ τὸν ¨Αβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Zašto si kazao: sestra mi je? te je uzeh za ženu. Sad eto ti žene, uzmi je, pa idi.
ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
I Faraon zapovjedi ljudima za nj, te ga ispratiše i ženu njegovu i što god imaše.
καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ ¨Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.