Postanje 25

Stari zavet

1

A Avram uze drugu ženu, po imenu Heturu.

ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα.

1
2

I ona mu rodi Zomrana i Joksana i Madana i Madijama i Jesvoka i Soijena.

ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν Ἰεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὼκ καὶ τὸν Σωκέ.

0
3

A Joksan rodi Savana i Dedana. A Dedanovi sinovi biše Asurim i Latusim i Laomim.

Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.

1
4

A sinovi Madijamovi: Efar i Afir i Enoh i Avida i Eldaga. Svi bjehu djeca Heturina.

υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἀφεὶρ καὶ Ἐνὼχ καὶ Ἀβειρὰ καὶ Ἐλδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.

2
5

A Avram dade sve što imaše Isaku;

Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ,

0
6

A sinovima svojih inoča dade Avram dare, i opravi ih od Isaka sina svojega još za života svojega na istok, u istočni kraj.

καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

0
7

I vijeka Avramova što poživje bješe sto i sedamdeset i pet godina.

ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη.

1
8

I onemoćav umrije Avram u dobroj starosti, sit života, i bi pribran k rodu svojemu.

καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

2
9

I pogreboše ga Isak i Ismailo u pećini Makpelskoj na njivi Efrona sina Sara Hetejina, koja je prema Mamriji;

καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,

0
10

Na njivi koju kupi Avram od sinova Hetovijeh, ondje je pogreben Avram sa Sarom ženom svojom.

τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ.

1
11

I po smrti Avramovoj blagoslovi Bog Isaka sina njegova; a Isak življaše kod studenca živoga koji me vidi.

ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.

1
12

A ovo je pleme Ismaila sina Avramova, kojega rodi Avramu Agara Misirka robinja Sarina,

Αὗται δέ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάρρας τῷ Ἁβραάμ.

1
13

I ovo su imena sinova Ismailovijeh, kako se zvahu u plemenima svojim; prvenac Ismailov Navajot, pa Kidar i Navdeilo i Masam,

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ

0
14

I Masma i Duma i Masa,

καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ

0
15

I Hadar i Teman i Jetur i Nafes i Kedma.

καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.

0
16

To su sinovi Ismailovi, i to su im imena po selima i gradovima njihovijem, dvanaest knezova nad svojim narodima.

οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.

0
17

A godine su vijeka Ismailova sto i trideset i sedam godina. Poslije onemoćav umrije, i bi pribran k rodu svojemu.

καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.

0
18

I življahu od Evilata do Sura prema Misiru, kako se ide u Asiriju; i dopade mu prema svoj braći svojoj da živi.

κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.

1
19

A ovo je pleme Isaka sina Avramova: Avram rodi Isaka;

Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ·

1
20

A Isaku bješe četrdeset godina kad se oženi Revekom, kćerju Vatuila Sirina iz Mesopotamije, sestrom Lavana Sirina.

Ἁβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.

1
21

I Isak se moljaše Gospodu za ženu svoju, jer bješe nerotkinja; i umoli Gospoda, te zatrudnje Reveka žena njegova.

ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ρεβέκκα ἡ γυνὴ αὐτοῦ.

0
22

Ali udarahu jedno o drugo djeca u utrobi njezinoj, te reče: ako je tako, našto sam? I otide da pita Gospoda.

ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.

1
23

A Gospod joj reče: dva su plemena u utrobi tvojoj, i dva će naroda izaći iz tebe; i jedan će narod biti jači od drugoga naroda, i veći će služiti manjemu.

καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.

1
24

I kad dođe vrijeme da rodi, a to blizanci u utrobi njezinoj.

καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.

0
25

I prvi izađe crven, sav kao runo rutav; i nadješe mu ime Isav.

ἐξῆλθε δὲ ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ.

0
26

A poslije izađe brat mu, držeći rukom za petu Isava; i nadješe mu ime Jakov. A bješe Isaku šezdeset godina, kad ih rodi Reveka.

καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα.

1
27

I djeca odrastoše, i Isav posta lovac i ratar, a Jakov bješe čovjek krotak i bavljaše se u šatorima.

Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.

1
28

I Isak milovaše Isava, jer rado jeđaše lova njegova; a Reveka milovaše Jakova.

ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.

1
29

Jednom Jakov skuha jelo, a Isav dođe iz polja umoran.

ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,

0
30

I reče Isav Jakovu: daj mi da jedem toga jela crvenoga, jer sam umoran. Otuda se prozva Edom.

καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.

1
31

A Jakov mu reče: prodaj mi danas prvenaštvo svoje.

εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.

1
32

A Isav odgovori: evo, hoću da umrem, pa što će mi prvenaštvo?

καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;

0
33

A Jakov reče: zakuni mi se danas. I on mu se zakle; tako prodade svoje prvenaštvo Jakovu.

καὶ εἶπεν αὐτῷ Ἰακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.

1
34

I Jakov dade Isavu hljeba i skuhanoga leća, i on se najede i napi, pa usta i otide. Tako Isav nije mario za prvenaštvo svoje.

Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.

1