Postanje 28

Stari zavet

1

Tada Isak dozva Jakova, i blagoslovi ga, i zapovjedi mu i reče: nemoj da se oženiš kojom između kćeri Hananejskih.

ΠΡΟΣΚΑΛΕΣΑΜΕΝΟΣ δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων·

0
2

Ustani, idi u Padan-Aram u dom Vatuila oca matere svoje, i odande se oženi između kćeri Lavana ujaka svojega.

ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου.

2
3

A Bog svemogući da te blagoslovi, i da ti da veliku porodicu i umnoži te, da od tebe postane mnoštvo naroda,

ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν·

1
4

I da ti da blagoslov Avramov, tebi i sjemenu tvojemu s tobom, da naslijediš zemlju u kojoj si došljak, koju Bog dade Avramu.

καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.

1
5

Tako opravi Isak Jakova, i on pođe u Padan-Aram k Lavanu sinu Vatuila Sirina, bratu Reveke matere Jakovljeve i Isavove.

καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ρεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.

0
6

A Isav vidje gdje Isak blagoslovi Jakova i opravi ga u Padan-Aram da se odande oženi, i gdje blagosiljajući ga zapovjedi mu i reče: nemoj da se oženiš kojom između kćeri Hananejskih,

Εἶδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων,

0
7

I gdje Jakov posluša oca svojega i mater svoju, i otide u Padan-Aram;

καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας.

0
8

I vidje Isav da kćeri Hananejske nijesu po volji Isaku ocu njegovu.

ἰδὼν δὲ καὶ Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ,

0
9

Pa otide Isav k Ismailu, i uze za ženu preko žena svojih Maeletu, kćer Ismaila sina Avramova, sestru Navajotovu.

ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.

0
10

A Jakov otide od Virsaveje idući u Haran.

Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.

1
11

I dođe na jedno mjesto, i ondje zanoći, jer sunce bješe zašlo; i uze kamen na onom mjestu, i metnu ga sebi pod glavu, i zaspa na onom mjestu.

καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθῃ ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.

1
12

I usni, a to ljestve stajahu na zemlji a vrhom ticahu u nebo, i gle, anđeli Božji po njima se penjahu i slažahu;

καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς.

2
13

I gle, na vrhu stajaše Gospod, i reče: ja sam Gospod Bog Avrama oca tvojega i Bog Isakov; tu zemlju na kojoj spavaš tebi ću dati i sjemenu tvojemu;

ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.

2
14

I sjemena će tvojega biti kao praha na zemlji, te ćeš se raširiti na zapad i na istok i na sjever i na jug, i svi narodi na zemlji blagosloviće se u tebi i u sjemenu tvojem.

καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν, καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.

2
15

I evo, ja sam s tobom, i čuvaću te kuda god pođeš, i dovešću te natrag u ovu zemlju, jer te neću ostaviti dokle god ne učinim što ti rekoh.

καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.

0
16

A kad se Jakov probudi od sna, reče: zacijelo je Gospod na ovom mjestu; a ja ne znah.

καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.

1
17

I uplaši se, i reče: kako je strašno mjesto ovo! ovdje je doista kuća Božja, i ovo su vrata nebeska.

καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

1
18

I usta Jakov ujutru rano, i uze kamen što bješe metnuo sebi pod glavu, i utvrdi ga za spomen i preli ga uljem.

καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.

1
19

I prozva ono mjesto Vetilj, a pređe bješe ime onome gradu Luz.

καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.

1
20

I učini Jakov zavjet, govoreći: ako Bog bude sa mnom i sačuva me na putu kojim idem i da mi hljeba da jedem i odijela da se oblačim,

καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι

1
21

I ako se vratim na miru u dom oca svojega, Gospod će mi biti Bog;

καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεόν,

1
22

A kamen ovaj koji utvrdih za spomen biće dom Božji; i što mi god daš, od svega ću deseto dati tebi.

καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

1