Stari zavet
Kad Isak ostarje i oči mu potamnješe, te ne viđaše, dozva Isava starijega sina svojega, i reče mu: sine! A on odgovori: evo me.
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
Tada reče: evo ostario sam, ne znam kad ću umrijeti;
καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
Uzmi oružje svoje, tul i luk, i izidi u planinu, te mi ulovi lova;
νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
I zgotovi mi jelo po mojoj volji, i donesi mi da jedem, pa da te blagoslovi duša moja dok nijesam umro.
καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
A Reveka ču šta Isak reče sinu svojemu Isavu. I Isav otide u planinu da ulovi lova i donese.
Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
A Reveka reče Jakovu sinu svojemu govoreći: gle, čuh oca tvojega gdje besjedi s Isavom bratom tvojim i reče:
Ρεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος·
Donesi mi lova, i zgotovi jelo da jedem, pa da te blagoslovim pred Gospodom dok nijesam umro.
ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
Nego sada, sine, poslušaj me što ću ti kazati.
νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
Idi sada k stadu i donesi dva dobra jareta, da zgotovim ocu tvojemu jelo od njih, kako rado jede.
καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
Pa ćeš unijeti ocu da jede i da te blagoslovi dok nije umro.
καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
A Jakov reče Reveci materi svojoj: ali je Isav brat moj rutav, a ja sam gladak;
εἶπε δὲ Ἰακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
Može me opipati otac, pa će se osjetiti da sam ga htio prevariti, te ću navući na se prokletstvo mjesto blagoslova.
μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
A mati mu reče: neka prokletstvo tvoje, sine, padne na mene; samo me poslušaj, i idi i donesi mi.
εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
Tada otišav uze i donese materi svojoj; a mati njegova zgotovi jelo kako jeđaše rado otac njegov.
πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
Pa onda uze Reveka najljepše haljine starijega sina svojega, koje bijahu u nje kod kuće, i obuče Jakova mlađega sina svojega.
καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
I jarećim kožicama obloži mu ruke i vrat gdje bješe gladak.
καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ
I dade Jakovu sinu svojemu u ruke jelo i hljeb što zgotovi.
καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.
A on uđe k ocu svojemu i reče: oče. A on odgovori: evo me; koji si ti, sine?
καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον;
I Jakov reče ocu svojemu: ja, Isav tvoj prvenac; učinio sam kako si mi rekao; digni se, posadi se da jedeš lova mojega, pa da me blagoslovi duša tvoja.
καὶ εἶπεν Ἰακὼβ τῷ πατρί· ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
A Isak reče sinu svojemu: kad brže nađe, sine? A on reče: Gospod Bog tvoj dade, te izađe preda me.
εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
Tada reče Isak Jakovu: hodi bliže, sine, da te opipam jesi li sin moj Isav ili ne.
εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ.
I pristupi Jakov k Isaku ocu svojemu, a on ga opipa, pa reče: glas je Jakovljev, ali ruke su Isavove.
ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.
I ne pozna ga, jer mu ruke bjehu kao u Isava brata njegova rutave; zato ga blagoslovi;
καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν
I reče mu: jesi li ti sin moj Isav? A on odgovori: ja sam.
καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· ἐγώ.
Tada reče: a ti daj sine, da jedem lova tvojega, pa da te blagoslovi duša moja. I dade mu, te jede; pa mu donese i vina, te pi.
καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.
Potom Isak otac njegov reče mu: hodi, sine, cjeluj me.
καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.
I on pristupi i cjeliva ga; a Isak osjeti miris od haljina njegovijeh, i blagoslovi ga govoreći: gle, miris sina mojega kao miris od polja koje blagoslovi Gospod.
καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.
Bog ti dao rose nebeske, i dobre zemlje i pšenice i vina izobila!
καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.
Narodi ti služili i plemena ti se klanjala! Bio gospodar braći svojoj i klanjali ti se sinovi matere tvoje! Proklet bio koji tebe usproklinje a blagosloven koji tebe uzblagosilja!
καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
A kad Isak blagoslovi Jakova, i Jakov otide ispred Isaka oca svojega, u taj čas dođe Isav brat njegov iz lova.
Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.
Pa zgotovi i on jelo i unese ocu svojemu, i reče mu: ustani, oče, da jedeš što ti je sin ulovio, pa da me blagoslovi duša tvoja.
καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου.
A Isak otac njegov reče mu: ko si ti? A on reče: ja, sin tvoj, prvenac tvoj, Isav.
καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ.
Tada se prepade Isak, i reče: ko? da gdje je onaj koji ulovi i donese mi lova, i od svega jedoh prije nego ti dođe, i blagoslovih ga? on će i ostati blagosloven.
ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται.
A kad ču Isav riječi oca svojega, vrište iza glasa i ožalosti se veoma, i reče ocu svojemu: blagoslovi i mene, oče.
ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ὔρήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ.
A on mu reče: dođe brat tvoj s prijevarom, i odnese tvoj blagoslov.
εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.
A Isav reče: pravo je što mu je ime Jakov, jer me već drugom prevari. Prvenaštvo mi uze, pa eto sada mi uze i blagoslov. Potom reče: nijesi li i meni ostavio blagoslov?
καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ;
A Isak odgovori, i reče Isavu: eto sam ga postavio tebi za gospodara; i svu braću njegovu dadoh mu da mu budu sluge; pšenicom i vinom ukrijepih ga; pa šta bih sada tebi učinio, sine?
ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;
A Isav reče ocu svojemu: eda li je samo jedan blagoslov u tebe, oče? blagoslovi i mene, oče. I stade iza glasa plakati Isav.
εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ καὶ ἔκλαυσεν.
A Isak otac njegov odgovarajući reče mu: evo, stan će ti biti na rodnoj zemlji i rosi nebeskoj ozgo.
ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.
Ali ćeš živjeti od mača svojega, i bratu ćeš svojemu služiti; ali će doći vrijeme, te ćeš pošto se naplačeš skršiti jaram njegov s vrata svojega.
καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
I Isav omrze ljuto na Jakova radi blagoslova, kojim ga blagoslovi otac, i govoraše u srcu svojem: blizu su žalosni dani oca mojega, tada ću ubiti Jakova brata svojega.
Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
I kazaše Reveci riječi Isava sina njezina starijega, a ona poslavši dozva Jakova mlađega sina svojega, i reče mu: gle, Isav brat tvoj tješi se tijem što hoće da te ubije.
ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε·
Nego, sine, poslušaj što ću ti kazati; ustani i bježi k Lavanu bratu mojemu u Haran.
νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν.
I ostani kod njega neko vrijeme dokle prođe srdnja brata tvojega,
καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς,
Dokle se gnjev brata tvojega odvrati od tebe, te zaboravi što si mu učinio; a onda ću ja poslati da te dovedu odande. Zašto bih ostala bez obojice vas u jedan dan?
ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
A Isaku reče Reveka: omrzao mi je život radi ovijeh Hetejaka. Ako se Jakov oženi Hetejkom, kakom između kćeri ove zemlje, da što mi život?
Εἶπε δὲ Ρεβέκκα πρὸς Ἰσαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;