Postanje 29

Stari zavet

1

Tada se podiže Jakov i otide u zemlju istočnu.

ΚΑΙ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.

1
2

I obzirući se ugleda studenac u polju; i gle, tri stada ovaca ležahu kod njega, jer se na onom studencu pojahu stada, a veliki kamen bijaše studencu na vratima.

καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος,

0
3

Ondje se skupljahu sva stada, te pastiri odvaljivahu kamen s vrata studencu i pojahu stada, i poslije opet privaljivahu kamen na vrata studencu na njegovo mjesto.

καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

1
4

I Jakov im reče: braćo, odakle ste? Rekoše: iz Harana smo.

εἶπε δὲ αὐτοῖς Ἰακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν.

0
5

A on im reče: poznajete li Lavana sina Nahorova? Oni rekoše: poznajemo.

εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν.

0
6

On im reče: je li zdrav? Rekoše: jest, i evo Rahilje kćeri njegove, gdje ide sa stadom.

εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.

2
7

I on reče: eto još je rano, niti je vrijeme vraćati stoku; napojte stoku pa idite i pasite je.

καὶ εἶπεν Ἰακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.

0
8

A oni rekoše: ne možemo, dokle se ne skupe sva stada, da odvalimo kamen s vrata studencu, onda ćemo napojiti stoku.

οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.

0
9

Dok on još govoraše s njima, dođe Rahilja sa stadom oca svojega, jer ona pasijaše ovce.

ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

1
10

A kad Jakov vidje Rahilju kćer Lavana ujaka svojega, i stado Lavana ujaka svojega, pristupi Jakov i odvali kamen studencu s vrata, i napoji stado Lavana ujaka svojega.

ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

1
11

I poljubi Jakov Rahilju, i povikavši zaplaka se.

καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ραχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.

0
12

I kaza se Jakov Rahilji da je rod ocu njezinu i da je sin Revečin; a ona otrča te javi ocu svojemu.

καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα.

1
13

A kad Lavan ču za Jakova sina sestre svoje, istrča mu na susret, i zagrli ga i poljubi, i uvede u svoju kuću. I on pripovjedi Lavanu sve ovo.

ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.

1
14

A Lavan mu reče: ta ti si kost moja i tijelo moje. I osta kod njega cio mjesec dana.

καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.

1
15

Tada reče Lavan Jakovu: zar badava da mi služiš, što si mi rod? Kaži mi šta će ti biti plata?

Εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;

0
16

A Lavan imaše dvije kćeri: starijoj bješe ime Lija, a mlađoj Rahilja.

τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ.

1
17

I u Lije bjehu kvarne oči, a Rahilja bješe lijepa stasa i lijepa lica.

οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.

0
18

I Jakovu omilje Rahilja, te reče: služiću ti sedam godina za Rahilju, mlađu kćer tvoju.

ἠγάπησε δὲ Ἰακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.

1
19

A Lavan mu reče: bolje tebi da je dam nego drugom; ostani kod mene.

εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.

0
20

I otsluži Jakov za Rahilju sedam godina, i učiniše mu se kao nekoliko dana, jer je ljubljaše.

καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.

0
21

I reče Jakov Lavanu: daj mi ženu, jer mi se navrši vrijeme, da legnem s njom.

εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.

0
22

I sazva Lavan sve ljude iz onoga mjesta i učini gozbu.

συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.

1
23

A uveče uze Liju kćer svoju i uvede je k Jakovu, i on leže s njom.

καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.

1
24

I Lavan dade Zelfu robinju svoju Liji kćeri svojoj da joj bude robinja.

ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

0
25

A kad bi ujutru, gle, ono bješe Lija; te reče Jakov Lavanu: šta si mi to učinio? ne služim li za Rahilju kod tebe? zašto si me prevario?

ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;

0
26

A Lavan mu reče: ne biva u našem mjestu da se uda mlađa prije starije.

ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

0
27

Navrši nedjelju dana s tom, pa ćemo ti dati i drugu za službu što ćeš služiti kod mene još sedam godina drugih.

συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.

1
28

Jakov učini tako, i navrši s njom nedjelju dana, pa mu dade Lavan Rahilju kćer svoju za ženu.

ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

0
29

I dade Lavan Rahilji kćeri svojoj robinju svoju Valu da joj bude robinja.

ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

0
30

I tako leže Jakov s Rahiljom; i voljaše Rahilju nego Liju, i stade služiti kod Lavana još sedam drugih godina.

καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

1
31

A Gospod videći da Jakov ne mari za Liju, otvori njojzi matericu, a Rahilja osta nerotkinja.

Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα·

0
32

I Lija zatrudnje, i rodi sina, i nadjede mu ime Ruvim, govoreći: Gospod pogleda na jade moje, sada će me ljubiti muž moj.

καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.

1
33

I opet zatrudnje, i rodi sina, i reče: Gospod ču da sam prezrena, pa mi dade i ovoga. I nadjede mu ime Simeun.

καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών·

1
34

I opet zatrudnje, i rodi sina, i reče: da ako se sada već priljubi k meni muž moj, kad mu rodih tri sina. Zato mu nadješe ime Levije.

καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.

1
35

I zatrudnje opet, i rodi sina, i reče: sada ću hvaliti Gospoda. Zato mu nadjede ime Juda; i presta rađati.

καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.

1